Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Παφίοις ἡ μὲν Ἀφροδίτη τὰς τιμὰς ἔχει· τὸ δὲ ἄγαλμα οὐκ ἂν εἰκάσαις ἄλλῳ [*](Ι΄)τῳ ἢ πυραμίδι λευκῇ, ἡ δὲ ὕλη ἀγνοεῖται.

Λυκίοις ὁ Ὄλυμπος πῦρ ἐκδιδοῖ, οὐχ ὅμοιον τῷ Αἰτναίῳ, ἀλλʼ εἰρηνικὸν καὶ σύμμετρον· καὶ ἐστὶν αὐτοῖς τὸ πῦρ [*](ΙΑ΄) τοῦτο καὶ ἱερὸν καὶ ἄγαλμα.

Φρύγες οἱ περὶ Κελαινὰς νεμόμενοι τιμῶσιν ποταμοὺς δύο, Μαρσύαν καὶ Μαίανδρον·

εἶδον τοὺς ποταμούς· ἀφίησιν αὐτοὺς πηγὴ μία, ἣ προελθοῦσα ἐπὶ τὸ ὄρος ἀφανίζεται κατὰ νώτου τῆς πόλεως, καὖθις ἐκδιδοῖ ἐκ τοῦ ἄστεος, διελοῦσα τοῖς ποταμοῖς καὶ τὸ ὕδωρ καὶ τὰ ὀνόματα· ὁ μὲν ἐπὶ Λυδίας ῥεῖ, ὁ Μαίανδρος· ὁ δὲ αὐτοῦ περὶ τὰ πεδία ἀναλίσκεται.

Θύουσιν Φρύγες τοῖς ποταμοῖς, οἱ μὲν ἀμφοτέροις, οἱ δὲ τῷ Μαιάνδρῳ, οἱ δὲ τῷ Μαρσύᾳ· καὶ ἐμβάλλουσιν τὰ μηρία εἰς τὰς πηγάς, ἐπιφημίσαντες τοὔνομα τοῦ ποταμοῦ, ὁποτέρῳ ἔθυσαν· ἀπενεχθέντα δὲ ἐπὶ τὸ ὄρος, καὶ ὑποδύντα ὄρος σὺν τῷ ὕδατι, οὔτʼ ἄν ἐπὶ τὸν Μαρσύαν ἐκδοθείη τὰ τοῦ Μαιάνδρου, οὔτʼ ἐπὶ τὸν Μαίανδρον τὰ τοῦ Μαρσύου· εἰ δὲ ἀμφοῖν [*](ΙΒ΄)εἴη, διαιροῦνται τὸ δῶρον.

Ὄρος Καππαδόκαις [*](1 λίθος cf. Clem Alex protr. 40 (22 D) Arnob adv. gentes VI 192 Suidas (Θεὸς Ἄρης) | Ἀφροδίτη cf. Serv. ad Aeneid. I 724 Tacit. hist lI 3 || 9 ἀφανίζεται sq similiter de Eurota et Alpheo Siciliae fluminibus Strabo VI 275 || 20 ὄρος cf. Dio Chrys. 12 61 Strabo VII 457) [*](1 (et 3, 6, 20 p. 27. 1) in mge Θ΄ ceterique numeri (schol. vet. u) R! || 3 λευκῇ (λ in ras.) R! || 4 ἐκδιδοῖ (οι in ras.) R! || 7 νε- μόμενοι] μιμούμενοι M | μαρσύην B || 9 προελθοῦσα R! προσελ- θοῦσα cett (δ∠) || 10 ἄστεος (ος in ras.) R! || 12 ὁ δὲ αὐτοῦ — 14 Μαιάνδρῳ om B || 14 Μαιάνδρῳ (αι in ras.) R! || 15 ἐκβάλ- λουσι B | ἐπιφημίσαντες (πι in ras. ex πεῖ?) R! || 17 ὄρος σὺν Hob οὖν R ὦν H σὺν Pacc. (Duebn.) ἐν Dav.2 om MNα(θ) || 20 διαιροῦντα -το R! | Καππαδόκαις (αις in ras. ex ας) R!)

27
καὶ θεὸς καὶ ὅρκος καὶ ἄγαλμα, Μαιώταις λίμνη, Τάνοϊς [*](Ι∠΄ΙΓ) Μασσαγέταις.

[*](27b)

Ὤ πολλῶν καὶ παντοδαπῶν ἀ|γαλμάτων· ὧν τὰ μὲν ὑπὸ τέχνης ἐγένετο, τὰ δὲ διὰ χρείαν ἠγαπήθη, τὰ δὲ διʼ ὠφέλειαν ἐτιμήθη, τὰ δὲ διʼ ἔκπληξιν ἐθαυμάσθη, τὰ δὲ διὰ μέγεθος ἐθειάσθη, τὰ δὲ διὰ κάλλος ἐπῃνέθη.

Πλὴν οὐδὲν γένος, οὐ βάρβαρον, οὐχ Ἑλληνικόν, οὐ θαλάττιον, οὐκ ἠπειρωτικόν, οὐ νομαδικόν, οὐκ ἀστυπολοῦν, ἀνέχεται τὸ μὴ καταστήσασθαι σύμβολα ἄττα τῆς τῶν θεῶν τιμῆς.

Πῶς ἂν οὖν τις διαιτήσαι τὸν λόγον, εἴτε χρὴ ποιεῖσθαι ἀγάλματα θεῶν, εἴτε μή;

Εἰ μὲν γὰρ ἄλλοις τισὶν νομοθετοῦμεν ὑπερορίοις ἀνθρώποις ἔξω τοῦ καθʼ ἡμᾶς αἰθέρος, ἄρτι ἐκ γῆς ἀναφυομένοις, ἢ ὑπό τινος προμηθείας πλαττομένοις, ἀπείροις βίου καὶ νόμου καὶ λόγου, δέοι ἂν ἴσως τοῦ σκέμματος· πότερα ἐατέον τουτὶ τὸ γένος, ἐπεὶ τῶν αὐτοφυῶν τούτων ἀγαλμάτων προσκυνεῖν αἱροῦνται, οὐκ ἐλέφαντα, οὐδὲ χρυσόν, οὐδὲ δρῦν, οὐδὲ κέδρον, οὐδὲ ποταμόν, οὐδὲ ὄρνιθα, ἀλλὰ τὸν [*](1 Μαιώταις sq. cf. Dionys. Per 652 || 7 βάρβαρον Ἑλληνικὸν θαλάττιον ἠπειρωτικὸν vi or. 11. 5b || 9 σύμβολα neque enim „na- turalem deumo“ possunt exprimuere imagines secundum Anti- sthenem (Bernays Lucian und die cynicer 31 et 44) cf. Orig. c. Cels. VIII 389 Dio Chrys. 12. 59 || 14 προμηθείας sq. vi or. 36. 1c) [*](12 εἰ μὲν γὰρ — 15 λόγου p) [*](1 Μαιῶτις MNφα(δ) | λίμνη καὶ Τάναϊς φα(δ) λίμνη· καὶ Τάναϊς Steph || 5 ἐθαυμάσθη RB ἐσεβάσθη cett. (θ) || 7 βαρβα- ρικὸν α(δ) || 11 ἄγαλμα α(δ) || 12 εἰ μὲν] οὐδὲ p | νομοθετοῖμεν B ἐνομοθετοῦμεν α(δ∠) || 13 ἀέρος Markl. || 14 προμηθείας (ut Plat Gorg. 501b Polit IV 441e lulian. 52d al.) R Προμηθέως cett. (δ∠) || 15 λόγου καὶ νόμου α(δ) || 17 ἐπεὶ R! ἐπὶ cett (δ∠) || 17. 18 προσκυν〈εῖν αἱρ〉οῦνται Schenkl προσκυνοῦνται RB προ- σκυνοῦντας cett. (δ∠))

28
ἥλιον ἀνίσχοντα, καὶ τὴν σελήνην λάμπουσαν, καὶ τὸν οὐρανὸν πεποικιλμένον, καὶ γῆν αὐτήν, καὶ ἀέρα αὐτόν, καὶ πῦρ πᾶν, καὶ ὕδωρ πᾶν· ἢ καὶ τούτους καθείρξομεν εἰς ἀνάγκην τιμῆς ξύλων ἢ λίθων ἢ τύπων;

εἰ δέ ἐστιν οὗτος ἱκανὸς ὁ πάντων νόμος, τὰ κείμενα ἐῶμεν, τὰς φήμας τῶν θεῶν ἀποδεχόμενοι, καὶ φυλάττοντες αὐτῶν τὰ σύμβολα, ὥσπερ καὶ τὰ ὀνόματα.

[*](Ed. Duebn. p. 31)

Ὁ μὲν γὰρ θεός, ὁ τῶν ὄντων πατὴρ καὶ δη||μιουργός, ὁ πρεσβύτερος μὲν ἡλίου, πρεσβύτερος δὲ οὐρανοῦ, κρείττων δὲ χρόνου καὶ αἰῶνος καὶ πάσης ῥεούσης φύσεως, ἀνώνυμος νομοθέτῃ, καὶ ἄρρητος φωνῇ, καὶ ἀόρατος ὀφθαλμοῖς· οὐκ ἔχοντες δὲ αὐτοῦ λαβεῖν τὴν οὐσίαν, ἐπερειδόμεθα φωναῖς, καὶ ὀνόμασιν, καὶ ζῴοις, καὶ τύποις χρυσοῦ καὶ ἐλέφαντος καὶ ἀρ|γύρου, καὶ [*](28a) φυτοῖς, καὶ ποταμοῖς, καὶ κορυφαῖς, καὶ νάμασιν· ἐπιθυμοῦντες [*](8 ὁ μὲν γὰρ θεὸς sq. vi. or. 11. 9c; 41 2b καὶ τὸν πατέρα sq. cf. Hermes ap. Stob. ecl. lI 9 | πατὴρ καὶ δημιουργὸς vi. or. 11. 12a cf. Plat. Tim. 41a Politic. 273b || 11 ἀνώνυμος νομοθέτῃ hic enim una cum poeta ac sculptore τὴν ἐπίκτητον θεῶν ἔν- νοιαν praebet (quae excipit κοινὴν illam ac ἔμφυτον) cf. Dio Chrys. 12. 44 et 48 Cicer. nat. deor. l 27. 77 | ἄρρητος φωνῇ, ἀό- ρατος ὀφθαλμοῖς ═ or. 11. 9d τὸ δὲ θεῖον sq. cf. Albin. 10 Apul. dogm. Plat. I 5) [*](8 ὁ μὲν γὰρ θεὸς — p. 29. 7 ἐρωμένου n || 12 οὐκ ἔχοντες — p. 29. 7 ἐρωμένου p) [*](3 ἢ om. RBH; de voce ἢ post πότερον omissa cf. Dürr l. l. p 68 || 4 λίθων ἢ ξύλων MNφα(δ) | τύπων (ων in ras ex ον?) R! || 5 ἱκανὸς Hob. καινὸς RBMN καιρὸς φ κοινὸς α(δ∠) | ἁπάν- των (pro ὁ πάντων) α(δ∠) || 9 ὁ (ante πρεσβύτερος) om. n del. Markl. (Wilam.) || 11 ἄνομος (pro ἀνώνυμος) Markl. prob. Roh- dich. l. l. 26 adn. 2 ἀνεύθυνος (vel ἀνυπεύθυνος) Orelli | νομο- θέτῃ Hob. νομοθέτης codd. (θ) νομοθέταις Reiske (Duebn. Wi- lam.) || 12 δὲ αὐτοῦ om. p || 13 οὐσίαν 〈τοῦ θεοῦ〉 p || 14 ἀργυ- ρίου B || 15 κορυφαῖς 〈ὀρῶν〉 Markl. | νώμασιν α unde κρουνώ- μασιν vel γανώμασιν frustra Steph. νάμασιν Leopardus (Emendat. XVII 2))

29
μὲν αὐτοῦ τῆς νοήσεως, ὑπὸ δὲ ἀσθενείας τὰ παῤ ἡμῶν καλὰ τῇ ἐκείνου φύσει ἐπονομάζοντες·