Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

24
[*](Δ΄)

Τὰ μὲν Αἰγυπτίων τοιαῦτα. Ἀλέξανδρος δὲ ἐκεῖνος, Πέρσας ἑλών, καὶ Βαβυλῶνος κρατήσας, καὶ Δαρεῖον χειρωσάμενος, ἦλθεν εἰς τὴν Ἰνδῶν γῆν ἄβατον οὖσαν τέως στρατιὰ ξένῃ, ὡς Ἰνδοὶ ἔλεγον, πλήν γε Διονύσου καὶ Ἀλεξάνδρου.

Ἐστασίαζον Ἰνδοὶ βασιλεῖς Πῶρος καὶ Ταξίλης. Πῶρον μὲν λαμβάνει ὁ Ἀλέξανδρος, Ταξίλην δὲ κατὰ φιλίαν παρεστήσατο.

Ἐπεδείκνυεν Ἀλεξάνδρῳ Ταξίλης τὰ θαυμαστὰ τῆς Ἰνοῶν γῆς, ποταμοὺς μεγίστους, καὶ ὄρνιθας ποικίλους, καὶ εὐώδη φυτά, καὶ εἴ τι ἄλλο ξένον ὀφθαλμοῖς Ἑλληνικοῖς·

ἐν δὲ τοῖς ἔδειξε καὶ ζῷον ὑπερφυές, Διονύσου ἄγαλμα, ᾧ Ἰνδοὶ ἔθυον·