Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

παρὰ δὲ Αἰγυπτίοις ἰσοτιμίαν ἔχει τὸ θεῖον τιμῆς καὶ δακρύων.

Γυναικὶ Αἰγυπτίᾳ θρέμμα ἦν κροκόδειλος σκύλαξ· ἐμακάριζον οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὡς τιθηνουμένην θεόν τινα ἑαυτῶν, καὶ προσετρέποντο καὶ αὐτὴν καὶ τὸν τρόφιμον·

ἦν αὐτῇ παῖς ἄρτι ἡβάσκων, ἡλικιώτης τοῦ θεοῦ, συναθύρων αὐτῷ καὶ συντρεφόμενος·

ὁ δὲ τέως μὲν ὑπὸ ἀσθενείας ἦν τιθασός, προελθὼν δὲ εἰς μέγεθος ἤλεγξεν τὴν φύσιν, καὶ διέφθειρεν τὸν παῖδα·