Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τὰ δὲ Διογένους τί χρὴ λέγειν; ὃς ἀφέμενος τῆς αὐτοῦ σχολῆς περιῄει ἐπισκοπῶν τὰ τῶν πλησίον, οὐκ ἀρ | γὸς οὐδὲ ἠμελημένος [*](76a) ἐπιστάτης· ἀλλὰ κατὰ τὸν Ὀδυσσέα ἐκεῖνον,

[*]((B 188/9))

  • ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
  • τόν ῥʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
  • [*]((Β 198/9))
  • ὅν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι, βοόωντά τʼ
  • τὸν σκήπτρῳ ἐλάσασκεν·
  • ἐφεύροι,
  • ἀλλʼ οὐδʼ ἑαυτοῦ ἀπείχετο, ἀλλʼ ἐκόλαζεν καὶ παρεῖχεν ἑαυτῷ πράγματα, (δ 244/5) αὐτὸν μὲν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκʼ ἀμφʼ ὥμοισι βαλών.||