Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὐκοῦν ὁ μὲν ὑπὲρ ἀνδρὸς φίλου, φυγάδος καὶ πένητος, μεγάλῃ καὶ ἰσχυρᾷ τυραννίδι ἀντετάξατο, γῆν πολλὴν βαδίζων, καὶ πέλαγη περαιούμενος, καὶ ἀπεχθανόμενος τῷ τυράννῳ, καὶ ἐκπίπτων, καὶ κινδυνεύων, ἵνα [*](7.8 Σαρδαναπάλλου sq. in ceteris διʼ ἡδονὴν petiti vi. or. 7. 7 b et e sq sed vi. or 4. 9 f ἀλλʼ οὐδὲ Σ. ἀπράγμων ἦν 8 Ἐπικούρου βίον scil. non ἡδονικὸν ut or. 30. 3 a al. sed θεω- ρητικὸν cf Iulian. ep. ad Them 259 b ἀρά σοι φαίνεται τὴν Ἐπι- κούρου θαυμάζειν ἀπραγμοσύνην sq. ‖ 15 Πλάτωνα . . Ξενο- φῶντα . . Διογένην etiam or. 34. 9 h sq vi. quoque or. 1. 10 e) [*](15 in mge Πλάτων | Ξενοφῶν | Διογένης (schol. rec.) R!) [*](1 τὸ ?? δὲ R! ‖ 2 δὲ] δὴ θ corr. Markl. ‖ 5 μηδὲ om MN φ α(δ) μηδʼ Steph. οὐδὲ Heins. πολλοὺς] πολίτας Markl. 7 ἀρ ?? γὸν R! om. Duk. καὶ (ante ἐπτηχότα) om. Duk ‖ 11 inde ab ἡσυχίαν usque ad p. 194. 3 Πρόξενος alia manu M ‖ 15 ἐπὶ (pro ἐκ) μὲν nescio unde δ corr. Markl)

194
μὴ προδῷ τὸ φιλοσοφίας ἦθος· ἐξῆν δέ που αὐτῷ ἐν Ἀκαδημίᾳ θεωρεῖν, καὶ ἀληθείας ἐμπίμπλασθαι.

Ξεωοφῶντα δὲ καλεῖ μὲν Πρόξενος, παραπέμπει δὲ ὁ Ἀπόλλων, συνεκπέμπει δὲ ὁ Σωκράτης ἐκ τῆς πολλῆς σχολῆς καὶ θεωρίας, ἐπὶ στρατείαν, καὶ στρατηγίαν, καὶ σωτηρίαν Ἑλλήνων μυρίων.

Τὰ δὲ Διογένους τί χρὴ λέγειν; ὃς ἀφέμενος τῆς αὐτοῦ σχολῆς περιῄει ἐπισκοπῶν τὰ τῶν πλησίον, οὐκ ἀρ | γὸς οὐδὲ ἠμελημένος [*](76a) ἐπιστάτης· ἀλλὰ κατὰ τὸν Ὀδυσσέα ἐκεῖνον,

[*]((B 188/9))

  • ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
  • τόν ῥʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
  • [*]((Β 198/9))
  • ὅν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι, βοόωντά τʼ
  • τὸν σκήπτρῳ ἐλάσασκεν·
  • ἐφεύροι,
  • ἀλλʼ οὐδʼ ἑαυτοῦ ἀπείχετο, ἀλλʼ ἐκόλαζεν καὶ παρεῖχεν ἑαυτῷ πράγματα, (δ 244/5) αὐτὸν μὲν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκʼ ἀμφʼ ὥμοισι βαλών.||