Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τί τοίνυν ἐκώλυεν ἐκ τούτων τῶν λογισμῶν ἄπλουν μὲν εἶναι τὴν θάλατταν, ἐλευθερίας δὲ μηδὲ ὄναρ μετέχειν τοὺς πολλούς ἀπορίᾳ στρατηγῶν, τὸν δὲ ξύμπαντα βίον εἶναι μηδὲν σκωλήκων

διαφέροντα, δειλὸν καὶ ἀργὸν καὶ ἐπτηχότα; Σαρδαναπάλλου μοι βίον λέγεις, Ἐπικούρου μοι βίον λέγεις.

Ἀντιθῶμεν αὐτοῖς, Κῦρον μὲν Σαρδαναπάλλῳ, τὸν Πέρσην τῷ Ἀσσυρίῳ, ὅς, ἐξὸν αὐτῷ σχολὴν ἄγειν καὶ καθʼ ἡσυχίαν βιοῦν, εἴλετο ἐλευθεροῦν τὸ Περσῶν γένος, πονῶν καὶ στρατευόμενος καὶ διψῶν καὶ λιμώττων, καὶ μὴ ἀνεὶς τὸν κάματον, μήτε νύκτωρ, μήτε μεθʼ ἡμέραν.