Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Σοφὸς ἦν ὁ Ὀδυσσεύς· ἀλλʼ ὁρῶ τὰ ἔργα, τοῦτο μὲν ἐν γῇ, τοῦτο δὲ ἐν θαλάττῃ· (α 3) πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα, καὶ νόον ἔγνω, (α 5) ἀρνύμενος ἤν τε ψυχὴν καὶ νόστον ἑταίρων.

Καὶ πρὸς τούτῳ ἔτι ἦν σοφὸς ὁ Ἡρακλῆς· ἀλλὰ οὐχ αὑτῷ σοφός, ἀλλὰ ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν ἡ σοφία ἔτεινεν. Οὗτος ὁ θηρίων καθάρτης, οὗτος ὁ τυράννων σωφρονιστής, ὁ δουλείας ἐλευθερωτής, ὁ ἐλευθερίας νομοθέτης, ὁ δικαιοσύνης βεβαιωτής, εὑρετὴς νόμων, ἀληθευτὴς λόγων, κατορθωτὴς ἔργων.

Κἰ δὲ ἤθελεν ὁ Ἡρακλῆς ἐπαναχωρήσας καθʼ ἡσυχίαν βιοῦν, καὶ σχολὴν ἄγειν, καὶ διώκειν σοφίαν ἀπράγμονα, ἦν ἂν δήπου ἀνθʼ Ἡρακλέους σοφιστής, καὶ οὐδεὶς ἂν αὐτὸν ἐτόλμησεν εἰπεῖν παῖδα Διός.