Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ τὸ νῦν ὁ θεωρίαν καὶ ἀλήθείαν [*](1 ὄχλῳ ἀργῶν vi. or. 16. 4 g τὸ ἀργὸν τοῦτο πλῆθος ‖ 15 ὁ Θερσίτης ut or. 1. 5 c) [*](5 εἰ γὰρ — 8 φθαρῆναι p 19 οὗ γὰρ — 20 ἀνάγκη np) [*](1 ὄγκω Steph. ἀργῶν ob. ἀρκῶν codd. ἀρκοῦσαν Steph. (δ) σαρκῶν φ R (litt. σ add. man recentissima) Δ | ἔροιντο (scil. ho- mines, philosophi ut or. 12. 4 f προστιθέντων)] ἕλοιντο φα(δ) αἱροῖντο Reiske (Duk.) ‖ 2 ἀπειπαμένω α(δ Δ) αὐτῶν BM αὐτὸ N ‖ 3 ἄμα] ἄρα Markl. sed intellege num id una fieri posset pendente εἰ ex verbo ἔροιντο τί ἄλλο α(θ) ‖ 4 τοιοῦτον N (ν postea add.) et ita Reiske ‖ 6 πολεῖν Dav πονεῖν Steph. | παράγειν] πρά- ττειν Markl 7 αὐτοῦ MNBp κωλύοι φα(θ) ‖ 8 ἡ Δ 9 ἀλλήλας Dav. ἀλλήλους Markl. | ξυνεύσει MN ‖ 11 ἐξέλοις (οις in ras.) R! θέλεις B ‖ 12 ἡγῇ ϛ(δ Δ) 13 ξυνέσεως Heina. ‖ 15 λειποτακτῶν ϛ(δ Δ°) 17 αὐτὸν BMN 18 καὶ ᾠδῇ nescio unde θ ‖ 20 τανῦν α(δ) )

189
καὶ σχολὴν ἀσπαζόμενος τίς ἂν εἴη ἄλλος, ἢ ὁ φρόνιμος καὶ νοῦν ἔχων; Ἀλλὰ τί οὖν·

ὁ μὴ κυβερνητικώτατος ἐξίσταται τῆς αὐτοῦ ἔδρας τοῖς ἀτεχνοτάτοις, καὶ ὁ στρατηγὸς ἐξίσταται τῆς ἀρχῆς τοῖς ἀναρχοτάτοις;

Τ δὲ καὶ τὴν ἀρχὴν σεμνὸν τὸ τἀληθῆ εἰδέναι, καὶ τεταμιεῦσθαι ἐν τῇ ψυχῇ θησαυρὸν ἄγονον καὶ ἀργὸν καὶ ἄκαρπον, μηδὲν αὐτῆς ὀνίνασθαι |

[*](Ed. Duebn p. 85)

μέλλοντα μηδὲ ὠφελήσειν ἑτέρους; πλὴν εἰ μὴ καὶ [*](74 b) ἀκοὴ καλόν, | ἵνα ἔχωμεν, οὐχ ἵνα ἁρμονίας καὶ φωνῆς συνῶμεν· καὶ ὄψις καλόν, ἵνα ἔχωμεν, οὐχ ἵνα ἴδωμεν τὸ τοῦ ἡλίου φῶς· καὶ ὁ πλοῦτος καλόν, κἂν ἔχει τὶς αὐτὸν κατορύξας ἐν γῇ, θησαυρὸν ἀργόν.

Συνελόντι δʼ εἰπεῖν, τίς ὄνησις τοῦ εἰδέναι, εἰς ἅπερ συντελεῖ τὸ εἰδέναι; τίς χρεία ἰατρῷ τῆς τέχνης, μὴ ὑγιάζοντι κατὰ τὴν τέχνην; τίς χρεία Φειδίᾳ τῆς τέχνης, μὴ προστιθέντι αὐτὴν τῷ ἐλέφαντι καὶ τῷ χρυσῷ; Σοφὸς ἦν δήπου καὶ ὁ Νέστωρ·