Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τῷ μύθῳ; Τοιοῦτο ἀμέλει ἐστὶν τὸ περὶ τὴν κοινωνίαν τὴν πολιτικὴν γιγνόμενον· εἰ γὰρ ἐθελήσαι ἕκαστος ὄκνῳ τοῦ πωλεῖν ἀφέμενος τοῦ παράγειν ἐπαναχωρεῖν ἐκ τῆς κοινωνίας πρὸς τὴν αὐτοῦ σχολήν, τί κωλύει

διαλυθῆναι τὸ πᾶν καὶ φθαρῆναι; τὰ μὲν ἰσχυρὰ τῶν οἰκοδομημάτων τῇ πρὸς ἄλληλα ξυννεύσει τῶν ἐν αὐτοῖς λίθων ξυνδέδεται καὶ ἕστηκεν καὶ μένει, εἰ δὲ ἐξέλοις ὅτι οὖν τῆς ἁρμονίας, διαλύσεις τὸ πᾶν· τὸν δὲ ξύμπαντα βίον οὐχ ἡγεῖ τὴν σωτηρίαν ἔχειν ἐκ τῆς πρὸς ἑαυτὰ ξυννεύσεως τῶν ἐν αὐτῷ μερῶν;

Καὶ τῶν μὲν ἄλλων τοῦ πράττειν ἐξισταμένων οὐδεὶς λόγος· οὐδὲ γὰρ ὁ Θερσίτης λιποτακτῶν ἐλύπησεν ἄν τὸ Ἑλληνικόν· ὁ δὲ Ἀχιλλεὺς ὁ μηνίσας καὶ ἐπὶ σκηνῆς ἀναπαυόμενος, καὶ δοὺς αὐτὸν σχολῇ καὶ κιθάρᾳ καὶ τῇ ᾠδῇ, ἀνέπλησεν τὸ στρατόπεδον πολλῶν κακῶν· οὗ γὰρ παρόντος ὠφελεῖσθαι ὑπάρχει, ἀπόντος τούτου βλάπτεσθαι ἀνάγκη.