Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τῷ οὖν διακρινοῦμεν τὸν κόλακα τοῦ φίλου; μήτε τῷ τέλει, μήτε ἡδονῇ, μήτε βλάβῃ· φέρε χωρὶς ἑκάτερον θεασώμεθα.

Ἆρά γε ὁ πρὸς ἡδονὴν ὁμιλῶν φίλος; καὶ πάνυ εἰκός· καὶ μὴν εἰ ἐχθρὸς ὁ λύπης παρασκευαστικός, φίλος ἂν εἴη ὁ ἡδονῆς παρασκευαστι‖κώτατος.

Τὸ δὲ οὐχ οὕτως ἔχει· καὶ γὰρ ἰατρῶν ὁ ιλάνθρω|πος λυπηρότατος, καὶ στρατηγῶν ὁ ἀκριβέστατος, [*](70 a) καὶ κυβερνητῶν ὁ ἀσφαλέστατος. Φιλοῦσιν δέ που καὶ παῖδας πατέρες, καὶ διδάσκαλοι μαθητάς· καὶ τί ἄν εἴη ἀνιαρότερον, ἢ παιδὶ πατήρ, καὶ μαθητῇ διδάσκαλος; ἐπεὶ καὶ Ὀδυσσεὺς ἐφίλει δή που τοὺς ἑαυτοῦ ἑταίρους, ὡς πολλὰ καὶ δεινὰ ἀνέτλη [*](2.3 ὁ φίλος sq cf. Dio Chrys. III 95 ὧν εἶπον ἡδέων τὸ μὲν κοινωνεῖν φίλοις τερπνότερον ‖ 8 διὰ δὲ φιλίας sq. cf. Senec. ep l 6. 2 ῾ vera amicitia quam non Spes, non timor, non utilitatis suae cura divellit ‖ 13 καὶ μὴν sq. cf. simil. Plat Lys. 213 a πολλοὶ ἄρα ὑπὸ τῶν ἐχθρῶν φιλοῦνται, ὑπὸ δὲ τῶν φίλων μι- σοῦνται sq.) [*](3 εὐστοχίαν Schenkl εὐψυχίαν Reiske (Duebn) ‖ 10 φίλου, 〈εἰ〉 μήτε ϛ (δ Δ) ‖ 11 ἡδονῇ 〈μήτε λύπῃ μήτε ὠφελείᾳ〉 μήτε Markl. | βλάβει Δ ex Lariotiana || 13 εἰ ὁ ἐχθρὸς MP ‖ 14 ὁ (ante ἡδονῆς) om. θ (Schrer) corr. Markl. || 16 φιλανθρωπότατος φ α(δ Δ) || 21 ὡς] οἷς Schenkl ὅς φα(δ Δ))

175
(α 5) ἀρνύμενος ἢν τε ψυχήν, καὶ νόστον ἑταίρων·

ἀλλʼ ἐντυχὼν ἀνδρῶν γένει ἀκολάστῳ καὶ φιληδόνῳ, οἳ διῆγον, καθάπερ τὰ θρέμματα,

  • (ι 97/94) λωτὸν ἐρεπτόμενοι---μελιηδέα,
  • (οὕτω γάρ που τὴν ἡδονὴν ὀνομάζει Ὅμηρος), ἀναμιχθέντας αὐτῷ τοὺς ἑταίρους τῇ τούτων τρυφῇ, καὶ γευσαμένους τῆς ἀτοπίας τοῦ λωτοῦ, ἄκοντας καὶ δακρύοντας λαβὼν ἐπὶ ναῦν ἄγει.

    Ἀλλʼ οὐχ ὁ Εὐρρύ μαχος τοῖς μνηστῆρσι τοιοῦτος, ἀλλὰ τοῦ ἑτέρου γένους τοῦ κολακευτικοῦ, οἵου σιάλους σῦς ἢ αἶγας εὐτραφεῖς συγκατακόπτειν αὐτοῖς, καὶ τοῦ οἴνου ἄδην συνεκροφεῖν, καὶ συγκυλινδεῖσθαι ἐᾶν τῆς νυκτὸς θεραπαινιδίοις, καὶ κείρειν οἶκον ἀνδρὸς βασιλέως, καὶ διεπιβουλεύειν τῷ γάμῳ.