Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τὰ δὲ τῆς κολακείας τέλη, ἀνίσταται ἡ Ἀσία, μαστιγοῦται ἡ θάλαττα, Ἑλλήσποντος ζεύγνυται, Ἄθως ὀρύττεται· τέλος δὲ τῆς σπουδῆς ἧττα, καὶ φυγή, καὶ θάνατος αὐτοῦ κόλακος.

Κολακεύουσιν καὶ Ἀλέξανδρον Μακεδόνες· τῆς δὲ κολακείας τὰ ἔργα ἀναξυρίδες Περσικαί, καὶ προσκυνήσεις βαρβαρικαί, καὶ λήθη τοῦ Ἡρακλέως, καὶ τοῦ Φιλίππου, καὶ τῆς Ἀργεάδων ἑστίας.

Τὰς δὲ τυραννίδας τί χρὴ λέγειν; ὅπου γὰρ δέος καὶ ἐξουσία δεσποτικὸν τὸ ἀρχόμενον ἄγχει, ἀνάγκη δεῦρο κολακείαν μὲν ἀνθεῖν, φιλίαν δὲ κατορωρύχθαι.

Ἔστιν καὶ ἐν ἐπιτηδεύμασιν καὶ τέχναις κολακείας ἰδεῖν, ὁμοίους μὲν ταῖς τέχναις κατὰ τὸ σχῆμα, ἀνομοίους δὲ κατὰ τὰ ἔργα.