Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Φιλία βασανιζομένη κρατύνεται, κολακεία ἐλεγχομένη θραύεται· φιλία χρόνῳ αὔξεται, κολακεία χρόνῳ ἐλέγχεται· φιλία χρείας ἀδεής, κολακεία χρείας ἐνδεής.

Εἰ δέ ἐστιν καὶ ἀνθρώποις πρὸς θεούς ἐπιμιξία, ὁ μὲν εὐσεβὴς φίλος θεῷ, ὁ δὲ δεισιδαίμων κόλαξ θεοῦ· καὶ μακάριος εὐσεβὴς φίλος θεοῦ, δυστυχὴς δὲ ὁ δεισιδαίμων.

Ὅνπερ οὖν τρόπον ὁ μὲν θαρσῶν τῇ ἀρετῇ πρόσεισιν τοῖς θεοῖς ἄνευ δέους, ὁ δὲ ταπεινὸς διὰ μοχθηρίαν μετὰ πολλοῦ δέους, δύσελπις, καὶ δεδιὼς τοὺς θεούς, ὥσπερ τοὺς τυράννους, τοῦτον, οἶμαι, τὸν τρόπον καὶ πρὸς ἀνθρώπους εὔελπις μὲν καὶ θαρσαλέον ἡ φιλία, δύσελπις δὲ καὶ ἐπτηχὸς ἡ κολακεία.

Τυ. ράννῳ οὐδεὶς φίλος, βασιλεῖ δὲ οὐδεὶς κόλαξ· βασιλεία δὲ τυραννίδος θειότερον.