Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ʼἈμφισβητήσιμον καὶ τοῦτο λέγεις.

μὲν γὰρ κόλαξ, κἂν βλάψῃ, ἢ εἰς χρήματα ἐζημίωσεν, ἢ εἰς ἡδονὴν ἐξέχεεν· ὧν τὸ μὲν εἰς χρήματα κουφότατον, τὸ δὲ εἰς ἡδονὴν τερπνότατον· διὰ δὲ φιλίας πολλοὶ ἤδη καὶ φυγῆς ἐκοινώνησαν, καὶ ἀτιμίας συναπέλαυσαν, καὶ θανάτῳ περιέπεσον.

Τῷ οὖν διακρινοῦμεν τὸν κόλακα τοῦ φίλου; μήτε τῷ τέλει, μήτε ἡδονῇ, μήτε βλάβῃ· φέρε χωρὶς ἑκάτερον θεασώμεθα.

Ἆρά γε ὁ πρὸς ἡδονὴν ὁμιλῶν φίλος; καὶ πάνυ εἰκός· καὶ μὴν εἰ ἐχθρὸς ὁ λύπης παρασκευαστικός, φίλος ἂν εἴη ὁ ἡδονῆς παρασκευαστι‖κώτατος.