Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ ὁ μὲν μῦθος ὡδὶ τελευτᾷ· μεταλαβὼν δὲ ὁ λόγος πρὸς αὐτὸν σκοπείτω ἄν, τίσι διακρίναι τὸν κόλακα τοῦ φίλου. Τὸν μὲν γὰρ χρυσὸν βασανίζει λίθος, προστριβόμενον αὐτῇ·

  • φιλίας δὲ δὴ καὶ κολακείας
  • τίς ἔσται βάσανος; ἆρα τὸ ἐξ ἑκατέρου τέλος; ἀλλʼ εἰ ἀναμενοῦμεν τὸ τέλος, ἄλλη βλάβη φθήσεται τὴν γνῶσιν· δεῖ δὲ κρῖναι, πρὶν ἄρξασθαι χρῆσθαι· ἐὰν δὲ ὑστερῇ τῆς χρήσεως ἡ κρίσις, ὁ χρήσασθαι φθάσας καὶ μεταγνούς εἰς οὐδὲν δέον τὴν κρίσιν κατατίθεται.

    Βούλει τοίνυν ἡδονῇ καὶ λύπῃ κρινοῦμεν

    [*](11. 12 χρυσὸν βασανίζει λίθος vel πῦρ ut or. 11. 2 b cf. Plat. republ. VI 503 a ὥσπερ χρυσὸν ἐν πυρὶ βασανιζόμενον· ‖ 14 εἰ ἀναμενοῦμεν sq. cf. Plut. de adul. et am 249 c ἀλλὰ τὴν τότε πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, μᾶλλον δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν)[*](11 τὸν μὲν γὰρ — 18 κατατίθεται n)[*](2 δὴ] δὲ PN α(δ) Schier | καλὸς] ἁπαλὸς (vel κομψὸς) Peiske 3 οὐκοῦν (ουν in ras.) R! ἐπὶ] εἰς NP α(δ) ‖ 5 καὶ ἐπί ἐπί cett. (δ) ‖ 9 μεταβαλὼν α(δ Δ) ‖ 10 αὐτὸν BMNP σκοπείτω, 〈τῷ〉 ἂν α(δ Δ) σκοπείτω, 〈πῶς〉 ἂν Schenkl, sed vi. Kuehner Gerth II 1. 210 Dürr p. 38 τίσι Hob. τίς codd. τις α(δ Δ) ‖ 12 αὑ- τῇ α! (δ) | κολακίας MN ‖ 13 τόγʼ ἐξ B 14 ἄλλη] ἀλλʼ ἡ Reiske 16 χρήσεως] φθίσεως n 17 μεταγνοὺς (νους in ras. ex νοι) R! 18 κρίνωμεν α(θ) Schier)
    174

    τὸν φίλον καὶ τὸν κόλακα; Καὶ μὴν καὶ ὁ κόλαξ ὑπερβολὴν λαβὼν ἀνιαρότατον καὶ ἐπαχθέστατον, καὶ ὁ φίλος ἥδιστον εὐτυχίαν προσλαβών.

    ῾Μήποτε οὖν βλάβῃ καὶ ὠφελείᾳ τοὺς ἄνδρας κριτέον.

    ʼἈμφισβητήσιμον καὶ τοῦτο λέγεις.

    μὲν γὰρ κόλαξ, κἂν βλάψῃ, ἢ εἰς χρήματα ἐζημίωσεν, ἢ εἰς ἡδονὴν ἐξέχεεν· ὧν τὸ μὲν εἰς χρήματα κουφότατον, τὸ δὲ εἰς ἡδονὴν τερπνότατον· διὰ δὲ φιλίας πολλοὶ ἤδη καὶ φυγῆς ἐκοινώνησαν, καὶ ἀτιμίας συναπέλαυσαν, καὶ θανάτῳ περιέπεσον.