Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

εὔστοχον; Εἰ μὲν οὖν τὸ ἐφʼ ἡμῖν αὐτὸ ἦν καθʼ αὑτό, ἀπήλλακτο δὲ εἱμαρμένης, οὐδὲν ἔδει μαντικῆς·

εἰ δὲ ἀνακέκραται τὸ ἐφʼ ἡμῖν τοῖς ὅλοις, μέρος ὅσον καὶ τοῦτο τῆς εἱμαρμένης, κατὰ μὲν τὸ ἀναγκαῖον ἡ μαντικὴ στήσεται· κατὰ δὲ τὸ δῆλον ἢ μή, βουλεύσεται.

Ἤδη δὲ καὶ τοῦ ἀναγκαίου ἡ γνώμη μαντικῇ δηλωτική.

Πῶς καὶ τίνα τρόπον ἐκατέρα; Αὐχμοὺς μέν, καὶ ἀνομβρίας, καὶ σεισμοὺς γῆς, καὶ πυρὸς ἐκβολάς, καὶ πνευμάτων ἐμβολάς, καὶ ἀέρων μεταβολὰς οὐ θεὸς οἶδεν μόνος, ἀλλὰ καὶ ἀνθρώπων ὅσοι δαιμόνιοι.