Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ ἰατρὸς τὸν κάμνοντα ἰδών, καὶ τῆς νόσου ξυνείς, καὶ τῆς τέχνης αἰσθανόμενος, οἶδεν τὸ ἀποβησόμενον.

Ὁρᾷς τὸ πλῆθος τῶν μάντεων, ὡς σαφές, ὡς τεχνικόν, ὡς

εὔστοχον; Εἰ μὲν οὖν τὸ ἐφʼ ἡμῖν αὐτὸ ἦν καθʼ αὑτό, ἀπήλλακτο δὲ εἱμαρμένης, οὐδὲν ἔδει μαντικῆς·

εἰ δὲ ἀνακέκραται τὸ ἐφʼ ἡμῖν τοῖς ὅλοις, μέρος ὅσον καὶ τοῦτο τῆς εἱμαρμένης, κατὰ μὲν τὸ ἀναγκαῖον ἡ μαντικὴ στήσεται· κατὰ δὲ τὸ δῆλον ἢ μή, βουλεύσεται.

Ἤδη δὲ καὶ τοῦ ἀναγκαίου ἡ γνώμη μαντικῇ δηλωτική.