Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλʼ εἴπερ οἱ ἀδικούμενοι ἠπίσταντο, ὅτι τοῖς ἀδικοῦσιν μέγιστον κακὸν ἡ ἀδικία αὐτή, τοῦτʼ εἶναι πολέμου μεῖζον, καὶ τειχῶν ἀφαιρέσεως καὶ γῆς δῃώσεως, καὶ τυραννίδος καταστάσεως, οὐκ ἂν ἐμπέπληστο ἡ Ἑλλὰς τοσούτων κακῶν.

Ποτίδαιαν Ἀθηναῖοι πολιορκοῦσιν· ἔασον, Λακεδαιμόνιε· μεταγνώσονταί ποτε· μὴ μιμήσῃ τὸ κακόν, μὴ μεταλάβῃς τοῦ ψόγου· ἐὰν δὲ ἀγαπᾷς μὲν τὴν πρόφασιν || καὶ ἐπὶ Πλαταιὰς[*](Ed. Duebn. p73) ἔλθῃς, ἀπόλωλέ σοι Μῆλος νῆσος γείτων, ἀπόλωλεν Αἴγινα νῆσος φίλη, ἀπόλωλεν Σκιώνη πόλις σύμμαχος, [*](64a)μίαν πόλιν λαβών πολλὰς πορθήσεις.

Ὥσπερ | γὰρ τῶν ἐπὶ χρηματισμῷ παραβαλλομένων ἐν θαλάττῃ οἱ τόκοι μεγάλοι τῶν δανεισμάτων, οὕτω καὶ τῶν ἐπεξιόντων τοῖς θυμοῖς οἱ τόκοι μεγάλοι τῶν συμφορῶν. Καὶ πρὸς τὸν Ἀθηναῖον λέγω·

Σφακτηρίαν ἔχεις, [*](10 οὐκ ἂν sq. cf. simil. Plat. legg. IIl 692 || 14. 15 Πλαταιὰς . . Μῆλος . . Αἴγινα . . Σκιώνη ═ or. 6. 5 k) [*](17 ὥσπερ — 20 συμφορῶν) [*](2 πολλαπλασιασμὸν Bα(θ) || 3 αὐτὴν περὶ ἑαυτῇ Reiske || 7 ἐπίσταντο Δ⁰ || 8 ἡ] Dav.2 | αὐτή, καὶ τοῦτʼ α(δ) αὐτή· τό τʼ Reiske || 9 καθαιρέσεως Markl. (Duk.) || 11 Potideam σ2 || 14 ἀγα- πᾶις (non ἀγαπῷς ut legit Duebn.) R! | Πλαταιᾶς B Plateas σ2 || 15 Δῆλος B || 16 Συκειώνη NOφ Σικυώνη αδ vi. or. 6. 5 k || 17 πορθήσεις | προήσῃ (vel ἀπολέσεις) Markl. || 18 θαλάττῃ (τῃ in ras.) R! || 19 post δανεισμάτων verba παραβαλλομένων ἐν θα- λάττῃ (ex 18) falso repetita R! M)

154
ἀπόδος τῇ Σπάρτῃ τοὺς ἄνδρας· ἕως εὐτυχεῖς, σωφρόνησον· εἰ δὲ μή, τοὺς μὲν ἄνδρας ἕξεις, τὰς δὲ τριήρεις οὐχ ἕξεις.

Λύσανδρος περὶ Ἑλλήσποντον εὐτυχεῖ, καὶ ἡ Σπάρτη μεγάλη. Ἀλλὰ ἀπέχου Θηβῶν· εἰ δὲ μή, δακρύσεις τὴν ἐν Λεύκτροις τύχην, καὶ τὴν ἐν Μαντινείᾳ συμφοράν.