Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τῇ τοῦ ἀνθρώπου ψυχῇ δύο ὀργάνων ὄντων πρὸς σύνεσιν, τοῦ μὲν ἁπλοῦ, ὃν καλοῦμεν νοῦν, τοῦ δὲ ποικίλου καὶ πολυμεροῦς καὶ πολυτρόπου, ἃς αἰσθήσεις καλοῦμεν, συνῆπται μὲν αὐτῶν ἡ ἐργασία, κεχώρισται δὲ ἡ οὐσία·

ὡς δὲ ταῦτα πρὸς ἄλληλα ἔχει, οὕτω κἀκεῖνα ὧν ἐστι ταῦτα ὄργανα· καὶ διαφέρει νοητὸν 〈καὶ〉 αἰσθητόν, ὅσον νοῦς αἰσθήσεως. Ἔστιν δὲ τούτων κατὰ μὲν τὴν ὁμιλίαν θἄτερον γνωριμώτερον, τὸ αἰσθητόν· τὰ δὲ νοητὰ ἄγνωστα μὲν ταῖς ὁμιλίαις, γνωριμώτερα δὲ τῇ φύσει·

ζῷα γάρ που, καὶ φυτά, καὶ λίθοι, καὶ φωναί, καὶ θυμοί, καὶ ὁρμαί, καὶ σχήματα, [*](1 ἐπίασιν Μῆδοι sq. vi. or. 13. 1 a; 30. 2 g ἐπιόντας sq. etiam or. 29. 7 a ἐπιόντα πόλεμον || 2 ἐπιθυμῶ Σικελίας de Alcibiade dictum vi. or. 21. 3 d ἐρᾶν . . Ἀλκιβιάδην Σικελίας or. 27. 6 c etiam or. 7. 4 g || 9 τοῦ μὲν ἁπλοῦ sq. cf. Diog. Laert lII 9 || 10 ποικίλου sq. [simil. πολυμερὲς cum πολύφωνον et πολυπαθές coniunctum vi. or 7. 2 d et or. 27. 6 etiam or. 16. 4 g] cf. Diog. Laert. III 9 Plat. Theaet 156 a) [*](8 in mge σημείωσαι ὅτι νοῦς καὶ αἴσθησις ὄργανα πρὸς σύνεσιν τῶν ὄντων τῇ ψυχῇ M eadem rubro colore PS ?? R!) [*](1 κἂν 〈γὰρ〉 ὁ Markl. || 5 αὑτοῦ 〈ἤ〉 τις ἐξ φα(δ Δ) || 7 ἀποκρινάσθω in φ exstitisse suspicatur Heins. (,,loquatur“ σ2) 8 ἀνθρώπου (θρω in ras.) R! || 13 διαφέρει (δι suprascr. man. recent.) R! || 14 〈καὶ〉 αἰσθητόν Hob. cum R αἰσθητοῦ cett (δ Δ) | ὅσον (non ὅσαν) ὡς B || 18 θυμοί] χυμοί Markl. Duebn.) ὁρμαί (ρμ in ras. ex σμ R!)] ὀσμαὶ Markl. (Duebn.))

136
καὶ χροιαί, ὑπὸ τοῦ ἔθους ξυναγειρόμενα, καὶ τῇ καθʼ ἡμέραν διαίτῃ ἀνακιρναμένῃ παρεσκεύακεν τὴν | ψυχὴν καὶ ἀναπέπεικεν, μηδὲν ἄλλο ἡγεῖσθαι [*](59a) εἶναι, ὅτι μὴ ταῦτα·

τὸ δὲ νοητόν, ἀπηλλαγμένον τῆς τούτων ἐπαφῆς καὶ ἐπερείσεως αὐτὸ καθʼ ἑαυτὸ ὁρᾶσθαι πέφυκεν ὑπὸ τούτου·

ὁ δὲ τῇ πάσῃ ψυχῇ ἐμπεφυτευμένος διασπᾶται ὑπὸ τῶν αἰσθήσεων, καὶ ταράττεται, καὶ ἀσχολίαν ἄγει, ὥστε μὴ διορᾶν τὰ αὑτοῦ

θεάματα, ἤδη δὲ καὶ δημαγωγηθεὶς ἀναπείθεται, ὥστε συμφθέγγεσθαι ταῖς τῶν αἰσθήσεων φωναῖς, καὶ μηδὲν ἡγεῖσθαι ἄλλο εἶναι παρὰ τὰ ὁρατὰ καὶ ἀκουστὰ καὶ ὀσφραντὰ καὶ γευστὰ καὶ ἁπτά.

Ὥσπερ οὖν ἐν συμποσίῳ μεστῷ κνίσσης πολλῆς, καὶ οἴνου χεομένου, καὶ αὐλῶν ἤχου, καὶ συρίγγων, καὶ ψαλμάτων, καὶ [*](5 αὐτὸ καθʼ ἑαυτὸ sq. cf. Diog. Laert. III 12 φασὶ . . τὴν ψυχὴν . . τὰ δὲ αὐτὴν καθʼ αὑτὴν ἐνθυμεῖσθαι || 7 ὑπὸ τῶν αἰσθήσεων sq. vi. or. 37. 7 b sicut anima ὑπὸ σώματος or. 27. 5h etiam or. 7. 5 e; 33. 8 b cf. etiam Albin. 10 ἄνθρωποι μὲν δὴ ἅτε τοῦ τῆς αἰσθήσεως πάθους ἐμπιπλάμενοι, ὥς τε καὶ ὁπότε νοεῖν προαιροῖντό τι νοητόν, ἐμφανταζόμενον ἔχειν τὸ αἰσθητόν, ὡς καὶ μέγεθος συνεπινοεῖν . . . οὐ καθαρῶς τὰ νοητὰ νοοῦσι || 8.9 τὰ αὑτοῦ (scil. τοῦ λόγου vel τῆς ψυχῆς) θεάματα quae de- scribit infra § a et or. 16. 6 d || 9 δημαγωγηθεὶς scil. ὑπὸ τοῦ ἐν τῇ ψυχῇ δήμου vi. or. 7. 2 c etiam infra § X g || 10 συμ- φθέγγεσθαι vi. or. 37. 7 b; 33. 8 d etiam or. 7. 5 e βοῶντι συμβοᾷ || 11 ἀκουστὰ sq. cf Plat. Theaet. 156b || 12 ὥσπερ sq. vi. or. 3.7 d οὐ μᾶλλον ἢ sq.) [*](12 ὥσπερ — p. 137. 5 θεάμασιν p) [*](14 ψαλμάτων in mge repetit. (vet. schol. a) R!) [*](1 χρόαι MNO || 2 ἀνακιρναμένη (εν in ras.) R! ἀνακιρνα- μένια (═ ἀνακιρναμενηα sic !) O ἀνακιρνάμενα φα(δ Δ) κατεσ- κεύακε NOPS || 6 τούτου] τοῦ νοῦ φα(δΔ) || 7 ταράττεται] σπα- ράττεται Markl. || 8 διορᾶν] ἀεὶ ὁρᾶν Reiske | αὑτοῦ N cum R! || 12 οὖν om. p || 13 χεομένου 〈πολλοῦ〉 Schott.)

137
θυμιαμάτων, ἀνδρὸς ἂν εἴη καρτεροῦ συναγείραντος καὶ συστείλαντος καὶ τὰς αἰσθήσεις ἀποστρέφοντος, νηφάλιον καὶ κόσμιον· οὕτως ἀμέλει καὶ ἐν τῇ τῶν αἰσθήσεων πολυφωνίᾳ χαλεπὸν εὑρεῖν νήφοντα νοῦν, καὶ δυνάμενον προσβλέπειν τοῖς αὑτοῦ θεάμασιν.

Καὶ μὲν δὴ καὶ ἡ τῶν αἰσθητῶν φύσις, πολυειδής τε οὖσα, καὶ συμπεφορημένη, καὶ ῥέουσα, ἐν μεταβολῇ παντοίᾳ συνδιατίθησιν αὐτῇ τὴν ψυχήν, ὥστε καὶ μεταβιβάζουσαν αὐτὴν ἐπὶ τὴν τοῦ νοητοῦ φύσιν, στάσιμόν τε οὖσαν καὶ ἑδραίαν, μὴ δύνασθαι διορᾶν ἀσφαλῶς ὑπὸ τοῦ σάλου καὶ τοῦ ταράχου κραδαινομένην· οἷόν που ξυμβαίνειν φιλεῖ καὶ τοῖς ἐκ νεὼς εἰς ἤπειρον ἀποβᾶσιν· μόγις γάρ που καὶ τούτοις ἵσταται τὸ σῶμα ὑπὸ τοῦ ἐν τῷ κλύδωνι ἔθους κινούμενόν τε, καὶ περιφερόμενον, καὶ σειόμενον.