Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐν τοσούτῳ δὴ πολέμῳ καὶ στάσει καὶ διαφωνίᾳ ἕνα ἴδοις ἂν ἐν πάσῃ γῇ ὁμόφωνον νόμον καὶ λόγον, ὅτι θεὸς εἷς πάντων βασιλεύς, καὶ πατήρ, καὶ θεοὶ πολλοί, | θεοῦ παῖδες, συνάρχοντες θεοῦ.

Ταῦτα καὶ [*](58a) ὁ Ἕλλην λέγει, καὶ ὁ βάρβαρος λέγει, καὶ ὁ ἠπειρώτης, καὶ ὁ θαλάττιος, καὶ ὁ 〈σοφὸς καὶ ὁ〉 ἄσοφος· κἂν ἐπὶ τοῦ ὠκεανοῦ ἔλθῃς τὰς ἠϊόνας, κἀκεῖ θεοί, τοῖς μὲν ἀνίσχοντες ἀγχοῦ μάλα, τοῖς δὲ καταδυόμενοι.

Κἰ δή, τούτοις Πλάτωνα ἀντιχειροτονεῖν καὶ ἀντινομοθετεῖν ἄλλα, οὐχ ὁμόφωνον εἶναι καὶ ὁμοπαθῆ καλλίστης

φωνῆς καὶ ἀληθεστάτου πάθους; Τί τοῦτο; ἥλιος, ὀφθαλμὸς λέγει· τί τοῦτο; βρονταί, ἀκοὴ λέγει· τί [*](1 τοῖος sq. or. 1. 2 c || 3 στάσει καὶ διαφωνίᾳ ═ or. 36. 3 a || 5 θεὸς εἷς cf. Apul. dogm. Plat. I 5 Plut. Ei. ap. Delph. 393a | βασιλεύς cf. Dio Chrys. 12. 22 lulian. ep. 13 (382 b) lambl. protr. 14 | πατήρ vi. infra § IX c et § XIl a; or. 41. 2 b cf. Plat. Tim. 28 c et 41a Plut. defect. orac. 29 (426a) Dio Chrys. 12. 22 Diels dox. 304 Cicer. nat. deor. lI 24. 64 || 6 θεοῦ παῖδες vi. or. 13. 6 b || 7 ὁ Ἕλλην λέγει καὶ ὁ βάρβαρος vi. or. 2.9 b; etiam supra § IV a cf. Dio Chrys. 12. 27 ὁμοίως μὲν Ἑλλήνων, ὁμοίως δὲ βαρβάρων (scil. κοινὴ ἐπίνοια) | ἠπειρώτης vi. or. 10. 5 i κἂν γὰρ sq. et quae ibi adnotavi || 8 ὁ σοφὸς καὶ ὁ ἄσοφος cf. Cicer. nat deor. l 17. 44 ‘quod constat inter omnes non philosophos solum sed etiam indoctos’ sq. || 13 ἥλιος sq. vi. or. 41. 2 d καθάπερ sq. etiam or. 26.1 a ἡλίου φῶς or. 2. 4 c; 15. 6 f cf. Dio Chrys. 12. 28 Cicer. nat. deor. l 36. 100 lI 39. 98 Aetius (Diels dox. 304)) [*](5 in mge θεὸς εἷς πάντων πατὴρ θεοὶ πολλοὶ θεοῦ παῖδες (ead. man.) M) [*](6 συνάρχοντες θεῷ Bφα(δΔ⁰) || 8 καὶ θαλάττιος (suprascr. ὁ) R! | ὁ 〈σοφὸς καὶ ὁ 〉 ἄσοφος α(δ Δ) (quo non opus fortasse vi. enim or. 1. 9 a ἐὰν ἔνδοξος) 〈σοφὸς〉 καὶ ἄσοφος Schenkl 10. 11 εἰ δὴ (ἤδη ?)] οἴει δὴ α(δ Δ) || 12 ἀλλὰ B φ ἀλλʼ α(δ Δ) | ὁμόφυλον NOPS || 14. p. 133. 1 τί ταῦτα — p.133.3 λέγει HB cum R, om. cett. (δ))

133
ταῦτα ὡραῖα καὶ καλά, καὶ περίοδοι, καὶ μεταβολαί, καὶ κράσεις ἀέρων, καὶ ζώων γενέσεις, καὶ καρπῶν φύσεις; θεοῦ πάντα ἔργα, ἡ ψυχὴ λέγει, καὶ τὸν τεχνίτην ποθεῖ, καὶ καταμαντεύεται τῆς τέχνης.

Εἰ δὲ ἐξεγένοντο ἐν τῷ ξύμπαντι αἰῶνι δύο που καὶ τρεῖς, ἄθεον καὶ ταπεινὸν καὶ ἀναισθὲς γένος, καὶ πεπλανημένον μὲν τοῖς ὀφθαλμοῖς, ἐξηπατημένον δὲ ταῖς ἀκοαῖς, ἐκτετμημένον δὲ τὴν ψυχήν, ἄλογον καὶ ἄγονον καὶ ἄκαρπον, ὡς ἄθυμος λέων, ὡς βοῦς ἄκερως, ὡς ὄρνις ἄπτερος, καὶ παρὰ τούτου ὅμως τοῦ γένους 〈οὐκ εἰκ〉ῇ πεύσει τὸ θεῖον· ἴσασιν γὰρ οὐχ ἑκόντες, καὶ λέγουσιν ἄκοντες·

κἂ ἀφέλῃς αὐτοῦ τὸ ἀγαθόν, ὡς Λεύκιππος· κἂν προσθῇς τὸ ὁμοπαθές, ὡς Δημόκριτος· κἂν ὑπαλλάξῃς τὴν φύσιν, ὡς Στράτων· κἂν δῷς τὴν ἡδονήν, ὡς Ἐπίκουρος· κἂν μὴ εἶναι φῇς, ὡς Διαγόρας· κἂν ἀγνοεῖν τι φῇς, ὡς Πρωταγόρας.