Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἔχε ἀτρέμας· νῦν γάρ τοι ἠρέμα ἐννοῶ, οἷον ἂν εἴη τὸ πάθος τοῦ τοιοῦδε λόγου· αὐτὸ ἐκεῖνο, οἷον τὸ τῶν μεταλλέων· οὗτοι γάρ που κόπτοντες τὴν γῆν, ὀρύσσοντες τὸν χρυσόν, οὐχ ἱκανοὶ διαγιγνώσκειν τὴν τοῦ χρυσοῦ φύσιν, ἀλλὰ ἐστὶν ἔργον βασανίζον τὸν χρυσὸν ἐν πυρί.

Εἰκάζω δὴ τὴν μὲν πρώτην ὁμιλίαν τῶν Πλάτωνος λόγων μετάλλῳ τινὶ ἀτεχνῶς χρυσοῦ· τὸ δὲ ἐπὶ τούτῳ ἑτέρας δεῖται τέχνης, ἣ τὸ ληφθὲν δοκιμάζουσα, καὶ ἐκκαθαίρουσα λόγῳ, οὐ πυρί, χρῆσθαι ἤδη δύναται ἀκηράτῳ καὶ βεβασανισμένῳ τῷ χρυσῷ.

Εἰ τοίνυν δήλη μὲν ἡ μεταλλεία τοῦ ἀληθοῦς καὶ μεγαλόδωρος καὶ ἄφθονος, δεῖ δὲ ἡμῖν τέχνης ἑτέρας πρὸς βάσανον τοῦ ληφθέντος· φέρε παρακαλῶμεν τὴν τέχνην ταύτην ξυνεπιλαβέσθαι ἡμῖν τοῦ παρόντος λόγου, τί ποτέ ἐστι τὸ θεῖον κατὰ Πλάτωνα σκοπουμένοις.

[*](6 ἔχε sq. ut or. 34. 1 c ἔχε δὴ αὐτόθι sq. al. || 7. 8 οἷον τὸ τῶν μεταλλέων vi. simil. or 29. 5 b || 14 πυρί vi. or. 14 3 a)[*](2 ἐκεῖθεν τὸ φῶς MPSOα(δ) τὸ ἐκεῖθεν φῶς Steph. (Δ) || 6 ἔχε (lineola horizontali (??) alterius ε in vertrcalem producta, ita ut videretur ει; minime vero ligatura ?? (═ ει) intelliggenda) R (unde ἔχει p) ἔχʼ cett. (δ Δ) ἔχειν (ἀτρέμας) Schenkl (tragi- cam φράσιν eam esse censens) || 8 κόπτοντες (κο in ras.) R! || 10 βασανιζόντων τὸν φα(θ) || 11 δὴ] δʼ οὖν p || 13 τούτων BN | δεῖται (αι in ras.) R! || 14 ὡς (pro οὐ) πυρὶ φα(θ) || 15 καὶ τῷ βεβασανισμένῳ MPO || 19 ἡμῖν (μ in ras.) R! | 〈ἐπὶ〉 τοῦ παρόντος Heins.)