Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πῶς ἂν οὖν τις ἐκνήσαιτʼ ἂν καὶ ἴδοι τὸν θεόν; τὸ μὲν ὅλον, ὄψει τότε, ἐπειδὰν πρὸς αὐτὸν καλῇ· καλέσει δὲ οὐκ εἰς μακράν· ἀνάμεινον τὴν κλῆσιν· ἥξει σοι γῆρας, ὁδηγοῦν ἐκεῖ· καὶ θάνατος, ὃν ὁ μὲν δειλὸς ὀδύρεται καὶ προσιόντα δέδιεν, ὁ δὲ ἐραστὴς τοῦ θεοῦ ἐκδέχεται ἄσμενος, καὶ προσιόντος θαρσεῖ.

Εἰ δὲ καὶ νῦν ἤδη μαθεῖν ἐρᾷς τὴν ἐκείνου φύσιν, [*](61a) [*](2 κυκηθμοῦ vi. or. 10.9 e || 5 δημοκρατίᾳ vi. supra § VII f || 12 τὸ κρήδεμνον vi. or. 26. 9 h et quae ibi adnotavi; praeterea or. 22.1 a; 38. 7 c || 16 θάνατος, ὃν sq. vi. or. 7. 5 f; 41. 5 f ὃν γὰρ sq.) [*](2 κυκηθμοῦ B cum R μυκηθμοῦ cett. (θ) || 3 ἐκβάλλοντα Reiske | πῶς] in mge σημείωσαι P | (et 6) συνείη Duebn. sed cf. Plat. Protag. 325c | θεοῦ Markl. || 4. 5 ταραττόμενον B ταραττό- μενος φ? Markl. (Δ) || 5 μᾶλλον 〈ἢ〉 ἐν φ? Heins. (Δ) | 7 δʼ ἐν Heins. (Δ) | κέν] κᾄν α(δ) |ἀκούσαι Homerus || 10 αὐτὴν Markl. (Duebn.) αὐτὴ ἡ Schenkl || 11 ὑποβαλοῦσα Bφα(δΔ) || 13 ἂν οὖν B cum R οὖν ἂν cett. (θ) | ἐκνήσαιτʼ R ἐκνήξαιτʼ cett. (δΔ) sed cf. schol. Plat. epinom. 980 b προσπαίσαντι] προσπαίξαντι· ἀντὶ τοῦ ξ τὸ σ οἱ Ἀττικοί || 14 αὑτὸν α(δ) Markl. (Duebn.) || 17 προ- σιόντα (σιο in ras.) R! προσιόντος Markl.)

143
πῶς τὶς αὐτὴν διηγήσεται; Καλὸν μὲν γὰρ εἶναι τὸν θεόν, καὶ τῶν καλῶν τὸ φανότατον· ἀλλʼ οὐ σῶμα καλόν· ἄλλοθεν καὶ τῷ σώματι ἐπιρρεῖ τὸ κάλλος· οὐδὲ λειμὼν καλόν· ἄλλοθέν ποθεν καὶ ὁ λειμὼν καλός· καὶ ποταμοῦ κάλλος, καὶ θαλάττης, καὶ οὐρανοῦ, καὶ τῶν ἐν οὐρανῷ θεῶν, πᾶν τὸ κάλλος τοῦτο ἐκεῖθεν ῥεῖ ὂν ἐκ πηγῆς ἀενάου καὶ ἀκηράτου·

καθόσον δὲ αὐτοῦ μετέσχεν ἕκαστα, καλὰ καὶ ἑδραῖα καὶ σωζόμενα· καὶ καθόσον αὐτοῦ ἀπολείπεται, αἰσχρὰ καὶ διαλυόμενα καὶ φθειρόμενα.

Εἰ μὲν ταῦτα ἱκανά, ἑώρακας τὸν

θεόν, εἰ δὲ μή, πῶς τις αὐτὸν αἰνίξηται; Ἐννόει γάρ μοι μήτε μέγεθος, μήτε χρῶμα, μήτε σχῆμα, μήτε ἄλλό τι ὕλης πάθος, ἀλλʼ ὥσπερ ἂν εἰ καὶ σῶμα καλὸν ἀπεκρύπτετο πρὸς τὴν θέαν ὑπὸ ἐσθήτων πολλῶν καὶ ποικίλων, ἀπέδυσεν αὐτὸ ἐραστής, ἵνα εἰδῇ σαφῶς· οὕτω καὶ νῦν ἀπόδυσον καὶ ἄφελε τῷ λόγῳ τὴν περιβολὴν ταύτην, καὶ τὴν ἀσχολίαν τῶν ὀφθαλμῶν, καὶ τὸ καταλειπόμενον ὄψει, αὐτὸ ἐκεῖνο οἷον ποθεῖς.