Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πῶς οὖν ὁρᾷ νοῦς; καὶ πῶς ἀκούει; Ὀρθῇ τῇ ψυχῇ καὶ ἐρρωμένῃ, πρὸς τὸ ἀκήρατον ἐκεῖνο φῶς ἀντιβλέπων, καὶ μὴ σκοτοδινιῶν, μηδὲ εἰς γῆν καταφερόμενος·

ἀλλὰ ἀποφράττων μὲν καὶ τὰ ὦτα, ἀποστρέφων δὲ τὰς ὄψεις καὶ τὰς ἄλλας αἰσθήσεις ἔμπαλιν πρὸς ἑαυτόν·

καὶ ἐκλαθόμενος μὲν τῶν κάτω οἰμωγῶν καὶ στόνων καὶ ἡδονῶν καὶ δοξῶν καὶ τιμῆς καὶ ἀτιμίας, [*](2 ἀόρατον ὀφθαλμοῖς, ἄρρητον φωνῇ ═ or. 2. 10 a || 13 νοῦς ὁρῇ sq. Epicharmi cf. Plut. sollert. an. 3 (═ Porph. de abst. III 21) de fort. 3 de fort. Alex. II 3 Philostr. ep. 41 Cicer. Tusc. I 20 κῶφος καὶ τυφλὸς inde mutuatus est Plat. Pol. III 411d Phaedr.) [*](7 ὥσπερ — 11 ἀκούει p || 12 τοῦτ᾿ ἔστιν — 13 ἀκούει vide ad p. 128.11) [*](3 ἀπευθὲς RBH φ ἀπαθὲς cett. (δ) || 4 κουφο ÷τάτῳ (ου in ras.) R! || 5 ὁρατὸν (α in ras.) R! || 9 ἁρμονίας (ιας in ras.) R! || 12 τουτέστιν MNOPS | τοῦτ᾿ — 13 νοῦς ἀκούει om. Bφ | Συρα- κουσίου ϛ (δ Δ⁰) || 17 ἀλλὰ 〈καὶ〉 B | καὶ (ante τὰ ὦτα) om. B del. Markl.)

141
ἐπιτρέψας δὲ τὴν ἡγεμονίαν αὐτοῦ λόγῳ ἀληθεῖ καὶ ἔρωτι ἐρρωμένῳ· τῷ μὲν λόγῳ || φράζοντι ᾗ χρὴ [*](Ed. Duebn. p.69) ἰέναι· τῷ δὲ ἔρωτι ἐπισταμένῳ, καὶ τοὺς πόνους τῆς [*](60b)πορείας πειθοῖ καὶ | χάρισιν ἐπελαφρύνοντι· ἰόντι δὲ ἐκεῖσε, καὶ ἀφισταμένῳ τῶν κάτω, ἀεὶ τὰ πρόσθεν σαφῆ καὶ εὐλαμπέστατα καὶ τὴν τοῦ θεοῦ φύσιν προοιμιαζόμενα· καὶ πορευόμενος μὲν ἀκούει τὴν φύσιν τοῦ θεοῦ, ἀνελθὼν δὲ ὁρᾷ.

έλος δὲ τῆς ὁδοῦ οὐχ ὁ οὐρανός, οὐδὲ τὰ ἐν τῷ οὐρανῷ σώματα· καλὰ μὲν γὰρ ταῦτα καὶ θεσπέσια, ἅτε ἐκείνου ἔγγονα ἀκριβῆ καὶ γνήσια, καὶ πρὸς τὸ κάλλιστον ἡρμοσμένα·

ἀλλὰ καὶ τούτων ἐπέκεινα ἐλθεῖν δεῖ, καὶ ὑπερκύψαι τοῦ οὐρανοῦ ἐπὶ τὸν ἀληθῆ τόπον καὶ τὴν ἐκεῖ γαλήνην, [*]((δ 566))

  • ἔνθʼ οὐκ ἔστʼ --- οὔτʼ ἂρ χειμὼν πολύς,
  • [*]((ζ 43/5))
  • οὐδέ ποτʼ ὄμβρῳ,
  • δεύεται, --- ἀλλὰ μάλʼ αἴθρη
  • πέπταται ἀννέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·