Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ τοῦτό [*](54a)ἐστιν ἀμέλει τὸ πε | ρὶ τὰς ἐπιστήμας γιγνόμενον, σπερμάτων ψυχῆς ἄνθος, καὶ τελεσφόρησις·

ὃ δὲ καλοῦσιν οἱ ἄνθρωποι ἄγνοιαν, τί ἂν εἴη ἄλλο ἢ ἀργία τῶν σπερμάτων;

Εἰ μὲν οὖν τοιοῦτόν ἐστιν ἡ ψυχή, οἷον καὶ τὸ σῶμα, θνητὸν καὶ φθειρόμενον, καὶ λυόμενον, καὶ σηπόμενον, οὐδὲν ἔχω περὶ αὐτῆς σεμνὸν εἰπεῖν· οὐδὲ γὰρ περὶ σώματος σεμνὸν οὐδὲν εἰπεῖν ἔχω· ἐφήμερον γὰρ τὸ θρέμμα καὶ ἀκροσφαλές, φερόμενον, ἄπιστον, ἀσαφές, καὶ ἔμπληκτον.

Εἰ τοιοῦτον ἡ ψυχή, οὔτέ τι οἶδεν, οὐδὲ ἀναμιμνήσκεται, οὕτε μανθάνει· θᾶττον γὰρ ἄν φυλάξαι σφραγῖδος τύπους κηρὸς ὑπὸ ἡλίου τηκόμενος, ἢ ψυχὴ μάθημα, εἴπέρ ἐστιν σῶμα·

πᾶν γὰρ σῶμα ῥεῖ, καὶ φέρεται ὀξέως, Εὐρίπου δίκην, [*](ματα cf. Diog. Laert. VII 158 σπέρμα . . . τὸ οἷόν τε γεννᾶν τοιαῦτα ἀφʼ οἵου καὶ αὐτὸ ἀπεκρίθη (Zeno) quod nisi ita esset ‘qui e muscis nascerentur’ cf. Sext. Emp. hyp. lII 18) [*](6.7 σπερμάτων ψυχῆς cf ἀρετῆς σπέρμα Muson. (Hense) p. 8. 1 Seneca ep 108. 8 ‖ 10. 11 τὸ σῶμα . . . φθειρόμενον vi. or. 9. 6 a τὸ μὲν σῶμα ἐφθάρη ‖ 15 ἔμπληκτον vi. or. 7. 2d ‖ 17 κηρὸς sq. similitudinem suppeditavit Plat. Theaet. 194 c sq. ‖ 18. 19 πᾶν σῶμα ῥεῖ cf. Heraclit. (Diog. Laert. IX 8) ῥεῖν τὰ ὅλα ποτα- μοῦ δίκην ‖ 19 Εὐρίπου δίκην vi. or 5. 6 b et quae ibi adnotavi) [*](2 ἐλἀῖαν (αι in ras.) | ἄμπελον (αμ in ras.) R ‖ 3 ξυνίησιν] ἀνίησιν Markl. ἐξανίησι Reiske ‖ 4 δὲ 〈καὶ〉 ἦν MN α(δ) ‖ 8 ἄλλο (λλ in ras R!) εἴη α!(δ) ‖ 11 διαλυόμενον Reiske ‖ 14 ἀκροσ- φαλές, 〈εἰκῇ〉 φερόμενον Reiske ‖ 15 ἐμπλεκτον R ‖ 16 οὐδὲ] οὐδὲν οὐδὲ B οὔτε Duebn. ‖ 17 τύπον HB (κτύπον) ‖ 18. 19 πᾶν γὰρ σῶμα om. N)

118
ἄνω καὶ κάτω, νῦν μὲν ἐκ νηπιότητος εἰς ἥβην οἰδαῖνον·

νῦν δὲ ἐξ ἥβης εἰς γῆρας ὑπονοστοῦν καὶ ὑποφερόμενον. Ἀλλʼ οὐ τοιοῦτον χρῆμα εἶναι τὴν ψυχὴν μαντεύεται οὔτε Πυθαγόρας, οὔτε Πλάτων· ἀλλʼ οὐδὲ ὁ πρὸ τούτων Ὅμηρος, ᾧ καὶ ἐν Ἅιδου διαλέγονται αἱ ψυχαί, καὶ εἰσὶν μαντικαὶ τότε.