Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πυθαγόρας δὲ ὁ Σάμιος πρῶτος ἐν τοῖς Ἕλλησιν[*](περὶ Πυθαγόρου) ἐτόλμησεν εἰπεῖν, ὅτι αὐτῷ τὸ μὲν σῶμα τεθνήξεται, ἡ δὲ ψυχὴ ἀναπτᾶσα οἰχήσεται ἀθανὴς καὶ ἀγήρως·

καὶ γὰρ εἶναι αὐτήν, πρὶν ἥκειν δεῦρο. Ἐπίστευον δὲ αὐτῷ οἱ ἄνθρωποι ταῦτα λέγοντι, καὶ ὅτι ἤδη πρότερον γένοιτο ἐν γῇ ἐν ἄλλῳ σώματι, Εὔφορβος δὲ εἶναι ὁ Τρὼς τότε.

Ἐπίστευον δὲ ὧδε· ἀφίκετο εἰς Ἀθηνᾶς νεών, οὗ πολλὰ ἦν καὶ παντοδαπὰ ἀναθήματα, ἐν δὲ τοῖς καὶ ἀσπίς, τὸ μὲν σχῆμα Φρυγία, ὑπὸ δὲ χρόνου ἐξίτηλος· εἶπεν οὖν ὅτι ‘Γνωρίζω τὴν ἀσπίδα, ἀφείλετο δέ με ὅσπερ καὶ ἀπέκτεινεν τότε ἐν [*](1. 2 ὑπὸ τοῦ δεῦρο κάρου cf. Albin. 14 ἐγείρων αὐτὴν ὥσπερ ἐκ κάρου τινὸς ‖ 2 ἐπιταραττομένη nam ὑπὸ τοῦ σώματος ἡ ψυχὴ ταράττεται cf. Plat. Phaedr. 27 (79c) Albin 25 simil etiam Cicer. Tusc. IV 5. 9 sq. Ζeno fragm. 205 (Am.) Chrysipp fragm 405 al. cf. Siefert ad Plut. π. εὐθυμ. progr. Pfort. 1907/8 p 17 sq ‖ 8 ἀθα- νὴς vi. or. 10. 9 a εἰ δʼ ἐστὶν sq. ‖ 9 ἥκειν δεῦρο cf. Diog. Laert. VIII 28 (Pythagoras) Plat. Tim. 44 b Phaed. 72 e ‖ 11 Εὔφορβος sq. cf. Diog. Laert. VIII 4 Porph. vit. Pyth. 26. 27. lambl. vit. Pyth. 63 Philostr. vit Apoll. 1 Horat. od. 1. 28. 10 al.) [*](8 ἡ δὲ ψυχὴ — ἀγήρως v (: ἀθανὴς)) [*](8 ἀθανὴς in mge repet. (vet. schol. a) R!) [*](2 δεῦρο om. B | κόρου BMφα(θ) ‖ 6 in mge περὶ Πυθα- γόρου (vet. schol. u) R! ‖ 7 αὑτῷ φα(θ) ‖ 11 ἐν γῇ γένοιτο B cet. ἐγένετο videtur maluisse Markl. ‖ 11. 12 δὲ εἶναι om. B 13 Ἀθήνας ἰδεῖν νεών B | πολλὰ μὲν ἦν ϛ(θ) ‖ 15 ὑπὸ] ἀπὸ α(θ) ‖ 16 ὅσπερ ἀπέκτεινεν nescio unde Duebn.)

113
Ἰλίῳ ἐν τῇ μάχῃʼ.

Θαυμάσαντες οἱ ἐπιχώριοι τὸν λόγον, καθεῖλον τὸ ἀνάθημα, καὶ ἦν ἐπίγραμμα

[*](53a)

Παλλάδι Ἀθηνᾷ Μενέλεως ἀπὸ | Εὐφόρβου. Εἰ δὲ βούλει, καὶ ἄλλον αὖ λόγον διέξιμί σοι.

Προκονησίῳ [*]( Ἀρι- περὲ στέου) ἀνδρὶ τὸ μὲν σῶμα ἔκειτο ἔμπνουν μέν, ἀλλʼ ἀμυδρῶς καὶ ἐγγύτατα θανάτου· ἡ δὲ ψυχὴ ἐκδῦσα τοῦ σώματος, ἐπλανᾶτο ἐν τῷ αἰθέρι, ὄρνιθος δίκην, πάντα ὕποπτα θεωμένη, γῆν, καὶ θάλατταν, καὶ ποταμούς, καὶ πόλεις, καὶ ἔθνη ἀνδρῶν, καὶ παθήματα, καὶ φύσεις παντοίας· καὶ αὖθις εἰσδυομένη τὸ σῶμα καὶ ἀναστήσασα, ὥσπερ ὀργάνῳ χρωμένη, διηγεῖτο ἅττα εἶδέν τε καὶ ἤκουσεν, παῤ ἄλλοις ἄλλα.