Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δὲ διὰ βίου τάξις μία καὶ εἶδος ἕν, ἑνὸς ἔδει λόγου καὶ ἤθους ἑνός· νῦν δὲ ἀοιδοῦ μὲν πρὸς κιθάραν μινυρίζοντος καιρὸς εἷς, ἐπειδὰν πλήθωσιν αἱ τράπεζαι [*](5 ποταμοῦ sq. cf. Plat. Crat 402a Seneca ep 58 || 6 πηγῆς ἀενάου ut or 12 6 c vi. etiam or 34. 4a; 40 6e ὡς ἐκ sq al. || 7.8 ἀμηχάνου τάχους ═ or. 41. 2 d etiam or. 7. 7 k || 14 ἰατροῦ τέχνη sq vi. or. 4. 2 b cf Plat. symp 186 c || 23 πλήθωσιν αἱ τράπεζαι sq vi. or. 22. 2 a sq) [*](1 ἀένναοι (suprascr. alt. ν N) Ϛ(δ) ut semper fere || 2 ὁ περχειὸς (expuncto ὁ) H ὥσπερ χειὸς ═ ὡς περχειὸς ?) N ἢ Σπερχειὸς B ὁ del. Δ 12 καὶ καιροῖς φ || 14 οὐκ nescio unde θ 15 κένῳ, ἕως R || 16 κυκλωμένω N || 19 πεπαίνωμὲν (suprascr. ν) R || 21 〈ἄν〉 ἔδει Markl. | εἴθους (suprascr. ἤ) N ἔθους α(δ) unde ἤθους Heina || 23 τράπεζαι (εζ in ras.) )

5
[*]((ι 9/10))
  • σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  • οἰνοχόος προχέῃσιν·
  • καὶ ῥήτορος καιρὸς εἷς, ἐπειδὰν ἀθροισθῇ τὰ δικαστήρια· καὶ ποιητοῦ καιρὸς ἐν Διονυσίοις, ἐπειδὰν χοροῦ δέῃ· τῷ δὲ φιλοσόφῳ λόγῳ οὐδεὶς ἀποτέτμηται καιρὸς ἴδιος, ἀλλὰ συμπέφυκεν ἀτεχνῶς τῷ βίῳ καὶ ἀνακέκραται, καθάπερ τοῖς ὀφθαλμοῖς τὸ φῶς· τίς γὰρ ἂν

    ἐπινοήσαι ὀφθαλμοῦ ἔργον, ἀφελὼν τὸ φῶς; Ἀλλʼ ὄψις μὲν ἤδη καὶ ἐν νυκτὶ θαρσεῖ, ἀμβλὺ μὲν ὁρῶσα, εἰκάζουσα δὲ ἐν τῷ ἀφανεῖ τὴν χειραγωγίαν· τοῦ δὲ τῶν ἀνθρώπων βίου ἂν ἀφέλῃς λόγον, οἰχήσεται κατὰ κρημνῶν τινῶν πονηρὰς καὶ ἀσαφεῖς ὁδοὺς καὶ τραχείας, οἵας ὁδοὺς καὶ τὸ βαρβαρικὸν ἔρχεται, ὅσον αὐτοῦ μὴ μετέσχεν λόγου, τὸ μὲν ληιζόμενον, τὸ δὲ μένον, τὸ δὲ μισθοφοροῦν, τὸ δὲ πλανώμενον.

    Ἀλλʼ αἰπολίου μὲν ἂν ἀποστήσας τὸν ποιμένα καὶ ἀφελὼν τὴν σύριγγα, διέλυσας τὸ αἰπόλιον·