Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

3

Ἀλλ’ ἐπεὶ ᾠδῆς μὲν καὶ τῆς ἐκ μελῶν ψυχαγωγίας ὀλίγη τοῖς ἀνθρώποις χρεία· δεῖ δέ τινος ἄλλης μούσης ἀνδρικωτέρας, ἣν Ὅμηρος μὲν Καλλιόπην ὀνομάζων χαίρει, ὁ Πυθαγόρας δὲ φιλοσοφίαν, ἄλλος δὲ ἴσως ἄλλο τι· τὸν τῇ μούσῃ ταύτῃ κάτοχον ἄνδρα καὶ λόγον ἄρα ἧττον ἐκείνων τῶν ᾠδικῶν ἡρμόσθαι δεῖ πολυφώνως [*](19b)τὲ | καὶ πολυτρόπως, σώζοντα μὲν ἀεὶ τὸ τῶν ποιημιάτων κάλλος, μηδέποτε δὲ ὑπʼ ἀφωνίας ἐκπληττόμενον.

Εἰ μὲν γάρ ἐστίν τις χρόνος βίου ἐν τῷ μακρῷ τούτῳ καὶ διηνεκεῖ αἰῶνι ἀδεὴς φιλοσόφου λόγου, οὐθὲν δεῖ τῆς πολυμεροῦς ταύτης καὶ πολυτρόπου μούσης τὲ καὶ ἁρμονίας, ἢ εἴπερ τὰ ἀνθρώπινα εἰς ἓν σχῆμα συνταχθέντα ὁμοίως πρόεισιν, οὔτε εἰς λύπας ἐξ ἡδονῆς, οὔτε εἰς ἡδονὴν ἐκ λύπης μεθιστάμενα, οὔτε πάθος ἀμείβοντα ἐκ πάθους, οὔτε ἄνω καὶ κάτω στρέφοντα καὶ μεταβάλλοντα τὴν ἑκάστου γνώμην·

[*]((σ 136/7))

  • τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
  • οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε
  • ἀντίστροφα γὰρ ὑπὲρ τῶν ἀνθρωπίνων βουλεύεται τὸ δαιμόνιον, καὶ ἔστιν αὐτῶν ἐφήμερος ἡ φύσις.

    Ὧσπερ [*](2 ἄλλης μούσης sq. vi supra p. 1. 12sq. || 3 Ὅμηρς scil. phi- losophus veterrimus vi. or. 26. 2 d et 5 b || 11 πολυμεροῦς sq. vi or. 11.7a; 30. 2a cf. Lucian. Hermot. 15 (753) || 13 οὔτε εἰς λύπας sq. vi. or. 41. 30 || 15 ἄνω κάτω vi or. 41. 4 i etiam infra p. 4. 15 al. passim || 16 μεταβάλλοντα sq. vi. or. 11. 4 c ubi iisdem Homeri versibus utitur, et or. 13. 2 a cf. Plat. symp. 207 d Theaet. 154a) [*](3 ὀνομάζειν Duk. || 4 ἄλλος R φ? ἄλλοι cett. (δΔ0) || 5 ἄρα (ironice) ἆρα cett. (δΔ) || 7 τὲ (ante καὶ) om. Δ0 | ποιητῶν M 10 διηνε-κεῖ R | ἀνενδεὴς α(δ) || 12 R ὃ B om. φα(δ) 13 συντεθέντα N 14 εἰς (ante ἡδονὴν) om. B | μεθιστάμε. να (fuit -άμεννα) R! 15 οὕτως ἄνω α(δ) corr. Markl. || 19 ὑπὸ N α(δ) corr. Steph.)

    4
    οὖν τῶν ποταμῶν, οὕς ἀφιᾶσιν αἱ ἀέναοι πηγαί, τὸ [*](Ed. Duebn. p. 22)μὲν || ὄνομα ἕν, ὁ Σπτερχειὸς ἢ Ἀλφειὸς ἢ ἄλλο τι, ἀμείβουσα δὲ ἡ γένεσις τὸ ἐπιὸν πρὸς τὸ οἰχόμενον ἐξαπατᾷ. τὴν ὄψιν τῇ συνεχείᾳ τῆς φορᾶς, ὡς ἑνὸς ὄντος ποταμοῦ διηνεκοῦς καὶ ἡνωμένου·

    οὕτω καὶ τῶν ἀνθρωπίνων πραγμάτων ὥσπερ ἐκ πηγῆς ἀενάου ῥεῖ ἡ γένεσις καὶ ἡ χορηγία, ὀξέως μὲν καὶ μετὰ ἀμηχάνου τάχους, ἀνεπαίσθητος δὲ ἡ φορά·

    καὶ ἐξαπατᾶται ὁ λογισμός, ὥσπερ ἐπὶ τοῦ ποταμοῦ ἡ ὄψις, καὶ καλεῖ βίον ἕνα καὶ τὸν αὐτόν, τὸ δέ ἐστιν χρῆμα πολύμορφον καὶ παντοδαπόν, πολλαῖς μὲν τύχαις, πολλοῖς δὲ πράγμασιν, πολλοῖς δὲ καιροῖς ἀλλοιούμενον·

    ἐπιτέτακται δὲ αὐτῷ ὁ λόγος, σχηματιζόμενος ἀεὶ τοῖς παροῦσιν, ὥσπερ ἰατροῦ τέχνη ἐπὶ σώματι οὐχ ἑστῶτι, ἀλλὰ φερομένῳ ἄνω καὶ κάτω, καὶ ὑπὸ κενώσεως καὶ πλησμονῆς κυκωμένῳ, οἰκονόμου | σα αὐτοῦ τὴν ἔνδειαν καὶ [*](20a) τὸν κόρον.

    Τοῦτο καὶ τῷ τῶν ἀνθρώπων βίῳ ὁ τῶν φιλοσόφων δύναται λόγος, ξυναρμοζόμενος τοῖς πάθεσιν καὶ πεπαίνων μὲν τὰ σκυθρωπά, συνευφημῶν δὲ τοῖς φαιδροτέροις.