Ad Se Ipsum

Marcus Aurelius

Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908

Συντιθέναι δεῖ τὸν βίον κατὰ μίαν πρᾶξιν καὶ εἰ ἑκάστη τὸ ἑαυτῆς παρέχει ὡς οἷόν τε, ἀρκεῖσθαι· ἵνα δὲ τὸ ἑαυτῆς παρέχῃ, οὐδὲ εἷς σε κωλῦσαι δύναται.—ἀλλ̓ ἐνστήσεταί τι ἔξωθεν.—οὐδὲν εἴς γε τὸ δικαίως καὶ σωφρόνως καὶ εὐλογίστως, ἄλλο δέ τι ἴσως ἐνεργητικὸν κωλυθήσεται, ἀλλὰ τῇ πρὸς αὐτὸ τὸ κώλυμα εὐαρεστήσει καὶ τῇ ἐπὶ τὸ διδόμενον εὐγνώμονι μεταβάσει εὐθὺς ἄλλη πρᾶξις ἀντικαθίσταται ἐναρμόσουσα εἰς τὴν σύνθεσιν, περὶ ἧς ὁ λόγος.