Ad Se Ipsum

Marcus Aurelius

Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908

Τί ἐστι τὸ ἐπὶ ταύτης τῆς ὕλης δυνάμενον κατὰ τὸ ὑγιέστατον πραχθῆναι ἢ ῥηθῆναι; ὅ τι γὰρ ἂν τοῦτο ᾖ, ἔξεστιν αὐτὸ πρᾶξαι ἢ εἰπεῖν καὶ μὴ προφασίζου ὡς κωλυόμενος.

Οὐ πρότερον παύσῃ στένων πρὶν ἢ τοῦτο πάθῃς, ὅτι οἷόν ἐστι τοῖς ἡδυπαθοῦσιν ἡ τρυφή; τοιοῦτό σοι τὸ ἐπὶ τῆς ὑποβαλλομένης καὶ ὑποπιπτούσης ὕλης ποιεῖν τὰ οἰκεῖα τῇ τοῦ ἀνθρώπου κατασκευῇ· ἀπόλαυσιν γὰρ δεῖ ὑπολαμβάνειν πᾶν ὃ ἔξεστι κατὰ τὴν ἰδίαν φύσιν ἐνεργεῖν.