Daphnis and Chloe
Longus
Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
Ἡ μὲν οὖν Λυκαίνιον τοσαῦτα ὑποθεμένη κατ’ ἄλλο μέρος τῆς ὕλης ἀπῆλθεν, ὡς ἔτι ζητοῦσα τὸν χῆνα· ὁ δὲ Δάφνις εἰς λογισμὸν ἄγων τὰ εἰρημένα, τῆς μὲν πρότερον ὁρμῆς ἀπήλλακτο, διοχλεῖν δὲ τῇ Χλόῃ περιττότερον ὤκνει φιλήματος καὶ περιβολῆς, μήτε βοῆσαι θέλων αὐτὴν ὡς πρὸς πολέμιον, μήτε δακρῦσαι ὡς ἀλγοῦσαν, μήτε αἱμαχθῆναι καθάπερ πεφονευμένην·
τοῦτο γὰρ ἐξῆν ὡς ἀκίνδυνον· ἡ δὲ τὸν στέφανον ἐφήρμοσεν αὐτοῦ τῇ κεφαλῇ καὶ τὴν κόμην ἐφίλησεν ὡς τῶν ἴων κρείττονα. Κἀκ τῆς πήρας προκομίσασα παλάθης μοῖραν καὶ ἄρτους τινὰς ἔδωκε φαγεῖν· καὶ ἐσθίοντος ἀπὸ τοῦ στόματος ἥρπαζε καὶ οὕτως ἤσθιεν ὥσπερ νεοττὸς ὄρνιθος.
Ἐσθιόντων δὲ αὐτῶν καὶ περιττότερα φιλούντων ὧν ἤσθιον, ναῦς ἁλιέων ὤφθη παραπλέουσα. Ἄνεμος μὲν οὐκ ἦν, γαλήνη δὲ ἦν καὶ ἐρέττειν ἐδόκει. Καὶ ἤρεττον ἐρρωμένως· ἠπείγοντο γὰρ νεαλεῖς ἰχθῦς εἰς τὴν πόλιν διασώσασθαι τῶν τινι πλουσίων.