On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
Οὐ μὴν ἀλλ’ ἐπεὶ τὴν κρατίστην μοῖραν ἐπέχει τῶν ἄλλων τὸ πρῶτον, λέγω δὲ τὸ μεγαλοφυές, χρὴ κἀνταῦθα,
τίνα, φήσεις, τρόπον; γέγραφά που καὶ ἑτέρωθι τὸ τοιοῦτον· ὕψος μεγαλοφροσύνης ἀπήχημα. ὅθεν καὶ φωνῆς δίχα θαυμάζεταί ποτε ψιλὴ καθ’ ἑαυτὴν ἡ ἔννοια δι’ αὐτὸ τὸ μεγαλόφρον, ὡς ἡ τοῦ Αἴαντος ἐν Νεκυίᾳ σιωπὴ μέγα καὶ παντὸς ὑψηλότερον λόγου.
πρῶτον οὖν τὸ ἐξ οὗ γίνεται προϋποτίθεσθαι πάντως ἀναγκαῖον, ὡς ἔχειν δεῖ τὸν ἀληθῆ ῥήτορα μὴ ταπεινὸν φρόνημα καὶ ἀγεννές. οὐδὲ γὰρ οἷόν τε μικρὰ καὶ δουλοπρεπῆ φρονοῦντας καὶ ἐπιτηδεύοντας παρ’ ὅλον τὸν βίον θαυμαστόν τι καὶ τοῦ παντὸς αἰῶνος ἐξενεγκεῖν ἄξιον· μεγάλοι δὲ οἱ λόγοι τούτων, κατὰ τὸ εἰκός, ὧν ἂν ἐμβριθεῖς ὦσιν αἱ ἔννοιαι.
ταύτῃ καὶ εἰς τοὺς μάλιστα φρονηματίας ἐμπίπτει τὰ ὑπερφυᾶ· ὁ γὰρ τῷ Παρμενίωνι φήσαντι, ἐγὼ μὲν ἠρκέσθην --- τὸ ἐπ’ οὐρανὸν ἀπὸ γῆς διάστημα· καὶ τοῦτ’ ἂν εἴποι τις οὐ μᾶλλον τῆς Ἔριδος ἢ Ὁμήρου μέτρον.
ᾧ ἀνόμοιόν γε τὸ Ἡσιόδειον ἐπὶ τῆς Ἀχλύος, εἴγε Ἡσιόδου καὶ τὴν Ἀσπίδα θετέον·
οὐ γὰρ δεινὸν ἐποίησε τὸ εἴδωλον, ἀλλὰ μισητόν. ὁ δὲ πῶς μεγεθύνει τὰ δαιμόνια;
- τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον·
τὴν ὁρμὴν αὐτῶν κοσμικῷ διαστήματι καταμετρεῖ. τίς
- ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν,
- ἥμενος ἐν σκοπτῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον·
- τόσσον ἐπιθρώσκουσι θεῶν ὑψηχέες ἵπποι.
ὑπερφυᾶ καὶ τὰ ἐπὶ τῆς θεομαχίας φαντάσματα·
ἐπιβλέπεις, ἑταῖρε, ὡς ἀναρρηγνυμένης μὲν ἐκ βάθρων γῆς, αὐτοῦ δὲ γυμνουμένου ταρτάρου, ἀνατροπὴν δὲ ὅλου καὶ διάστασιν τοῦ κόσμου λαμβάνοντος, πάνθ’ ἅμα, οὐρανὸς ᾅδης, τὰ θνητὰ τὰ ἀθάνατα, ἅμα τῇ τότε συμπολεμεῖ καὶ συγκινδυνεύει μάχῃ;
- ἀμφὶ δ’ ἐσάλπιγξεν μέγας οὐρανὸς Οὔλυμπός τε.
- ἔδδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
- δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ἔπειτα
- γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
- οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη,
- σμερδαλέ᾽, εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
ἀλλὰ ταῦτα φοβερὰ μέν, πλὴν ἄλλως, εἰ μὴ κατ’ ἀλληγορίαν λαμβάνοιτο, παντάπασιν ἄθεα καὶ οὐ σῴζοντα τὸ πρέπον. Ὅμηρος γάρ μοι δοκεῖ παραδιδοὺς τραύματα θεῶν στάσεις τιμωρίας δάκρυα δεσμὰ πάθη πάμφυρτα τοὺς μὲν ἐπὶ τῶν Ἰλιακῶν ἀνθρώπους, ὅσον ἐπὶ τῇ δυνάμει, θεοὺς πεποιηκέναι, τοὺς θεοὺς δὲ ἀνθρώπους. ἀλλ’ ἡμῖν μὲν δυσδαιμονοῦσιν ἀπόκειται λιμὴν κακῶν ὁ θάνατος, τῶν θεῶν δ’ οὐ τὴν φύσιν ἀλλὰ τὴν ἀτυχίαν ἐποίησεν αἰώνιον.
πολὺ δὲ τῶν περὶ τὴν θεομαχίαν ἀμείνω τὰ ὅσα ἄχραντόν τι καὶ μέγα τὸ δαιμόνιον ὡς ἀληθῶς καὶ ἄκρατον παρίστησιν, οἷα (πολλοῖς δὲ πρὸ ἡμῶν ὁ τόπος ἐξείργασται) τὰ ἐπὶ τοῦ Ποσειδῶνος,
- τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη
- καὶ κορυφαὶ Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν
64- ποσσὶν ὑπ’ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
- βῆ δ’ ἐλάαν ἐπὶ κύματ᾽, ἄταλλε δὲ κήτε᾽ ὑπ’ αὐτοῦ
- πάντοθεν ἐκ κευθμῶν, οὐδ’ ἠγνοίησεν ἄνακτα.
- γηθοσύνῃ δὲ θάλασσα διΐστατο, τοὶ δὲ πέτοντο.
ταύτῃ καὶ ὁ τῶν Ἰουδαίων θεσμοθέτης, οὐχ ὁ τυχὼν ἀνήρ, ἐπειδὴ τὴν τοῦ θείου δύναμιν κατὰ τὴν ἀξίαν ἐχώρησε κἀξέφηνεν, εὐθὺς ἐν τῇ εἰσβολῇ γράψας τῶν νόμων
εἶπεν ὁ Θεόςφησί· τί;
γενέσθω φῶς, καὶ ἐγένετο· γενέσθω γῆ, καὶ ἐγένετο.
οὐκ ὀχληρὸς ἂν ἴσως, ἑταῖρε, δόξαιμι, ἓν ἔτι τοῦ ποιητοῦ καὶ τῶν ἀνθρωπίνων παραθέμενος τοῦ μαθεῖν χάριν, ὡς εἰς τὰ ἡρωϊκὰ μεγέθη συνεμβαίνειν ἐθίζει. ἀχλὺς ἄφνω καὶ νὺξ ἄπορος αὐτῷ τὴν τῶν Ἑλλήνων ἐπέχει μάχην· ἔνθα δὴ ὁ Αἴας ἀμηχανῶν,
ἔστιν ὡς ἀληθῶς τὸ πάθος Αἴαντος, οὐ γὰρ ζῆν εὔχεται (ἦν γὰρ τὸ αἴτημα τοῦ ἥρωος ταπεινότερον), ἀλλ’ ἐπειδὴ ἐν ἀπράκτῳ σκότει τὴν ἀνδρίαν εἰς οὐδὲν γενναῖον εἶχε διαθέσθαι, διὰ ταῦτ’ ἀγανακτῶν ὅτι πρὸς τὴν μάχην ἀργεῖ, φῶς ὅτι τάχιστα αἰτεῖται, ὡς πάντως τῆς ἀρετῆς εὑρήσων ἐντάφιον ἄξιον, κἂν αὐτῷ Ζεὺς ἀντιτάττηται.
- Ζεῦ πάτερ, φησίν, ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν,
- ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι·
orgpage.183r- ἐν δὲ φάει καὶ ὄλεσσον.
ἀλλὰ γὰρ Ὅμηρος μὲν ἐνθάδε οὔριος συνεμπνεῖ τοῖς ἀγῶσιν, καὶ οὐκ ἄλλο τι αὐτὸς πέπονθεν ἢ
δείκνυσι δ’ ὅμως διὰ τῆς Ὀδυσσείας (καὶ γὰρ ταῦτα
- μαίνεται, ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
- οὔρεσι μαίνηται, βαθέης ἐνὶ τάρφεσιν ὕλης,
- ἀφλοισμὸς δὲ περὶ στόμα γίγνεται·
δῆλος γὰρ ἐκ πολλῶν τε ἄλλων συντεθεικὼς ταύτην δευτέραν τὴν ὑπόθεσιν, ἀτὰρ δὴ κἀκ τοῦ λείψανα τῶν Ἰλιακῶν παθημάτων διὰ τῆς Ὀδυσσείας ὡς ἐπεισόδιά τινα τοῦ Τρωϊκοῦ πολέμου προσεπεισφέρειν, καὶ νὴ Δἴ ἐκ τοῦ τὰς ὀλοφύρσεις καὶ τοὺς οἴκτους ὡς πάλαι που προεγνωσμένους τοῖς ἥρωσιν ἐνταῦθα προσαποδιδόναι. οὐ γὰρ ἄλλ’ ἢ τῆς Ἰλιάδος ἐπίλογός ἐστιν ἡ Ὀδύσσεια·
- ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ’ Ἀχιλλεύς,
- ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος·
- ἔνθα δ’ ἐμὸς φίλος υἱός.
ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας, οἶμαι, τῆς μὲν Ἰλιάδος γραφομένης ἐν ἀκμῇ πνεύματος ὅλον τὸ σωμάτιον δραματικὸν ὑπεστήσατο
λέγων δὲ ταῦτ’ οὐκ ἐπιλέλησμαι τῶν ἐν τῇ Ὀδυσσείᾳ χειμώνων καὶ τῶν περὶ τὸν Κύκλωπα καί τινων ἄλλων, ἀλλὰ γῆρας διηγοῦμαι, γῆρας δ’ ὅμως Ὁμήρου· πλὴν ἐν ἅπασι τούτοις ἑξῆς τοῦ πρακτικοῦ κρατεῖ τὸ μυθικόν. παρεξέβην δ’ εἰς ταῦθ̓, ὡς ἔφην, ἵνα
δευτέρου δὲ εἵνεκα προσιστορείσθω τὰ κατὰ τὴν Ὀδύσσειαν, ὅπως ᾖ σοι γνώριμον, ὡς ἡ ἀπα