On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

μετά γέ τοι τὴν τεκνοκτονίαν Ἡρακλῆς φησι,

  1. γέμω κακῶν δὴ κοὐκέτ’ ἔσθ’ ὅποι τεθῇ.
σφόδρα δημῶδες τὸ λεγόμενον, ἀλλὰ γέγονεν ὑψηλὸν τῇ πλάσει ἀναλογοῦν, εἰ δ’ ἄλλως αὐτὸ συναρμόσεις, φανήσεταί σοι, διότι τῆς συνθέσεως ποιητὴς ὁ Εὐριπίδης μᾶλλόν ἐστιν ἢ τοῦ νοῦ.

ἐπὶ δὲ τῆς συρομένης ὑπὸ τοῦ ταύρου Δίρκης,

  1. εἰ δέ που τύχοι
  2. πέριξ ἑλίξας, --- εἷλχ’ ὁμοῦ λαβὼν
  3. γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί,
ἔστι μὲν γενναῖον καὶ τὸ λῆμμα, ἁδρότερον δὲ γέγονε τῷ τὴν ἁρμονίαν μὴ κατεσπεῦσθαι μηδ’ οἷον ἐν ἀποκυλίσματι φέρεσθαι, ἀλλὰ στηριγμούς τε ἔχειν πρὸς ἄλληλα τὰ ὀνόματα καὶ ἐξερείσματα τῶν χρόνων πρὸς ἑδραῖον διαβεβηκότα μέγεθος.
orgpage.204v
148

Μικροποιοῦν δ’ οὐδὲν οὕτως ἐν τοῖς ὑψηλοῖς, ὡς ῥυθμὸς κεκλασμένος λόγων καὶ σεσοβημένος, οἷον δὴ πυρρίχιοι καὶ τροχαῖοι καὶ διχόρειοι, τέλεον εἰς ὀρχηστικὸν συνεκπίπτοντες· εὐθὺς γὰρ πάντα φαίνεται τὰ κατάρυθμα κομψὰ καὶ μικροχαρῆ καὶ ἀπαθέστατα διὰ τῆς ὁμοειδίας ἐπιπολάζοντα·

καὶ ἔτι τούτων τὸ χείριστον ὅτι, ὥσπερ τὰ ᾠδάρια τοὺς ἀκροατὰς ἀπὸ τοῦ πράγματος ἀφέλκει καὶ ἐφ’ αὑτὰ βιάζεται, οὕτως καὶ τὰ κατερρυθμισμένα τῶν λεγομένων οὐ τὸ τοῦ λόγου πάθος ἐνδίδωσι τοῖς ἀκούουσι, τὸ δὲ τοῦ ῥυθμοῦ, ὡς ἐνίοτε προειδότας τὰς ὀφειλομένας καταλήξεις αὐτοὺς ὑποκρούειν τοῖς λέγουσι καὶ φθάνοντας ὡς ἐν χορῷ τινι προαποδιδόναι τὴν βάσιν.

ὁμοίως δὲ ἀμεγέθη καὶ τὰ λίαν συγκείμενα καὶ εἰς μικρὰ καὶ βραχυσύλλαβα συγκεκομμένα καὶ ὡσανεὶ γόμφοις τισὶν ἐπαλλήλοις κατ’ ἐγκοπὰς καὶ σκληρότητας ἐπισυνδεδεμένα.

Ἔτι γε μὴν ὕψους μειωτικὸν καὶ ἡ ἄγαν τῆς φράσεως συγκοπή· πηροῖ γὰρ τὸ μέγεθος, ὅταν εἰς λίαν συνάγηται βραχύ· ἀκουέσθω δὲ νῦν μὴ τὰ δεόντως συνεστραμμένα, ἀλλ’ ὅσα ἄντικρυς μικρὰ καὶ κατακεκερματισμένα· συγκοπὴ μὲν γὰρ κολούει τὸν νοῦν, συντομία δ’ ἐπ’ εὐθύ, δῆλον δ’ ὡς ἔμπαλιν τὰ ἐκτάδην ἀπόψυχα· τὰ γὰρ ἄκαιρον μῆκος ἀνακαλούμενα.

150

Δεινὴ δ’ αἰσχῦναι τὰ μεγέθη καὶ ἡ μικρότης τῶν ὀνομάτων. παρὰ γοῦν τῷ Ἡροδότῳ κατὰ μὲν τὰ λήμματα δαι

orgpage.205r
μονίως ὁ χειμὼν πέφρασται, τινὰ δὲ νὴ Δία περιέχει τῆς ὕλης ἀδοξότερα, καὶ τοῦτο μὲν ἴσως
ζεσάσης δὲ τῆς θαλάσσης,
ὡς τὸ ζεσάσης πολὺ τὸ ὕψος περισπᾷ διὰ τὸ κακόστομον· ἀλλ’
ὁ ἄνεμος
φησὶν
ἐκοπίασεν,
καὶ τοὺς περὶ τὸ ναυάγιον δρασσομένους ἐξεδέχετο
τέλος ἀχάριστον.
ἄσεμνον γὰρ τὸ κοπιάσαι ἰδιωτικόν, τὸ δ᾽ ἀχάριστον τηλικούτου πάθους ἀνοίκειον.

ὁμοίως καὶ ὁ Θεόπομπος ὑπερφυῶς σκευάσας τὴν τοῦ Πέρσου κατάβασιν ἐπ’ Αἴγυπτον ὀνοματίοις τισὶ τὰ ὅλα διέβαλεν.

ποία γὰρ πόλις ἢ ποῖον ἔθνος τῶν κατὰ τὴν Ἀσίαν οὐκ ἐπρεσβεύετο πρὸς βασιλέα; τί δὲ τῶν ἐκ τῆς γῆς γεννωμένων ἢ τῶν κατὰ τέχνην ἐπιτελουμένων καλῶν ἢ τιμίων οὐκ ἐκομίσθη δῶρον ὡς αὐτόν; οὐ πολλαὶ μὲν καὶ πολυτελεῖς στρωμναὶ καὶ χλανίδες τὰ μὲν ἁλουργῆ, τὰ δὲ ποικιλτά, τὰ δὲ λευκά, πολλαὶ δὲ σκηναὶ χρυσαῖ κατεσκευασμέναι πᾶσι τοῖς χρησίμοις, πολλαὶ δὲ καὶ ξυστίδες καὶ κλῖναι πολυτελεῖς; ἔτι δὲ καὶ κοῖλος ἄργυρος καὶ χρυσὸς ἀπειργασμένος καὶ ἐκπώματα καὶ κρατῆρες, ὧν τοὺς μὲν λιθοκολλήτους, τοὺς δ’ ἄλλους ἀκριβῶς καὶ πολυτελῶς εἶδες ἂν ἐκπεπονημένους. πρὸς δὲ τούτοις ἀναρίθμητοι μὲν ὅπλων μυριάδες τῶν μὲν Ἑλληνικῶν, τῶν δὲ βαρβαρικῶν, ὑπερβάλλοντα δὲ τὸ πλῆθος ὑποζύγια καὶ πρὸς κατακοπὴν ἱερεῖα σιτευτά· καὶ πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δ’ οἱ θύλακοι καὶ σάκκοι καὶ χάρται βυβλίων καὶ τῶν ἄλλων ἁπάντων χρησίμων·
orgpage.205v
152
τοσαῦτα δὲ κρέα τεταριχευμένα παντοδαπῶν ἱερείων, ὡς σωροὺς αὐτῶν γενέσθαι τηλικούτους, ὥστε τοὺς προσιόντας πόρρωθεν ὑπολαμβάνειν ὄχθους εἶναι καὶ λόφους ἀντωθουμένους.

ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα ἀποδιδράσκει, δέον ποιήσασθαι τὴν αὔξησιν ἔμπαλιν· ἀλλὰ τῇ θαυμαστῇ τῆς ὅλης παρασκευῆς ἀγγελίᾳ παραμίξας τοὺς θυλάκους καὶ τὰ ἀρτύματα καὶ τὰ σακκία μαγειρείου τινὰ φαντασίαν ἐποίησεν. ὥσπερ γὰρ εἴ τις ἐπ’ αὐτῶν ἐκείνων τῶν προκοσμημάτων μεταξὺ τῶν χρυσίων καὶ λιθοκολλήτων κρατήρων καὶ ἀργύρου κοίλου σκηνῶν τε ὁλοχρύσων καὶ ἐκπωμάτων, φέρων μέσα ἔθηκεν θυλάκια καὶ σακκία, ἀπρεπὲς ἂν ἦν τῇ προσόψει τὸ ἔργον· οὕτω καὶ τῆς ἑρμηνείας τὰ τοιαῦτα ὀνόματα αἴσχη καὶ οἱονεὶ στίγματα καθίσταται παρὰ καιρὸν ἐγκαταταττόμενα.

παρέκειτο δ’ ὡς ὁλοσχερῶς ἐπελθεῖν καὶ ὡς ὄχθους λέγει συμβεβλῆσθαι, καὶ περὶ τῆς ἄλλης παρασκευῆς οὕτως ἁμάξας εἰπεῖν καὶ καμήλους καὶ πλῆθος ὑποζυγίων φορταγωγούντων πάντα τὰ πρὸς τρυφὴν καὶ ἀπόλαυσιν τραπεζῶν χορηγήματα, ἢ σωροὺς ὀνομάσαι παντοίων σπερμάτων καὶ τῶν ἅπερ διαφέρει πρὸς ὀψοποιΐας καὶ ἡδυπαθείας, ἢ εἴπερ πάντως ἐβούλετο αὐτάρκη οὕτως θεῖναι, καὶ ὅσα τραπεζοκόμων εἰπεῖν καὶ ὀψοποιῶν ἡδύσματα.

οὐ γὰρ δεῖ καταντᾶν ἐν τοῖς ὕψεσιν εἰς τὰ ῥυπαρὰ καὶ ἐξυβρισμένα,

orgpage.206r
ἂν μὴ σφόδρα ὑπό τινος ἀνάγκης συνδιωκώμεθα, ἀλλὰ τῶν πραγμάτων πρέποι ἂν καὶ τὰς φωνὰς ἔχειν ἀξίας καὶ μιμεῖσθαι τὴν δημιουργήσασαν φύσιν τὸν ἄνθρωπον ἥτις ἐν ἡμῖν τὰ μέρη τὰ ἀπόρρητα οὐκ ἔθηκεν ἐν προσώπῳ, οὐδὲ τὰ τοῦ
154
παντὸς ὄγκου περιηθήματα, ἀπεκρύψατο δὲ ὡς ἐνῆν καὶ κατὰ τὸν Ξενοφῶντα τοὺς τούτων ὅτι πορρωτάτω ὀχετοὺς ἀπέστρεψεν, οὐδαμῆ καταισχύνασα τὸ τοῦ ὅλου ζῴου κάλλος.

Ἀλλὰ γὰρ οὐκ ἐπ’ εἴδους ἐπείγει τὰ μικροποιὰ διαριθμεῖν· προϋποδεδειγμένων γὰρ τῶν ὅσα εὐγενεῖς καὶ ὑψηλοὺς ἐργάζεται τοὺς λόγους, δῆλον ὡς τὰ ἐναντία τούτων ταπεινοὺς ποιήσει κατὰ τὸ πλεῖστον καὶ ἀσχήμονας.