On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
Περὶ δὲ πλήθους μεταφορῶν ὁ μὲν Κεκίλιος ἔοικε συγκατατίθεσθαι τοῖς δύο ἢ τὸ πλεῖστον τρεῖς ἐπὶ ταὐτοῦ νομοθετοῦσι τάττεσθαι. ὁ γὰρ Δημοσθένης ὅρος καὶ τῶν τοιούτων. ὁ τῆς χρείας δὲ καιρός, ἔνθα τὰ πάθη χειμάρρου δίκην ἐλαύνεται, καὶ τὴν πολυπλήθειαν αὐτῶν ὡς ἀναγκαίαν ἐνταῦθα συνεφέλκεται.
ἄνθρωποιφησὶ
μιαροὶ καὶ κόλακες, ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας, τὴν ἐλευθερίαν προπεπωκότες πρότερον Φιλίππῳ, νυνὶ δὲ Ἀλεξάνδρῳ, τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν, τὴν δ’ ἐλευθερίαν καὶἐνταῦθα τῷ πλήθει τῶν τροπικῶν ὁ κατὰ τῶν προδοτῶν ἐπιπροσθεῖ τοῦ ῥήτορος θυμός.orgpage.197vτὸ μηδένα ἔχειν δεσπότην, ἃ τοῖς πρότερον Ἕλλησιν ὅροι τῶν ἀγαθῶν ἦσαν καὶ κανόνες, ἀνατετροφότες.
διόπερ ὁ μὲν Ἀριστοτέλης καὶ ὁ Θεόφραστος μειλίγματά φασί τινα τῶν θρασειῶν εἶναι ταῦτα μεταφορῶν, τὸ ὡσπερεὶ φάναι καὶ οἱονεὶ καὶ εἰ χρὴ τοῦτον εἰπεῖν τὸν τρόπον καὶ εἰ δεῖ παρακινδυνευτικώτερον
ἐγὼ δὲ καὶ ταῦτα μὲν ἀποδέχομαι, ὅμως δὲ πλήθους καὶ τόλμης μεταφορῶν, ὅπερ ἔφην κἀπὶ τῶν σχημάτων, τὰ εὔκαιρα καὶ σφοδρὰ πάθη καὶ τὸ γενναῖον ὕψος εἶναί φημι ἴδιά τινα ἀλεξιφάρμακα, ὅτι τῷ ῥοθίῳ τῆς φορᾶς ταυτὶ πέφυκεν ἅπαντα τἆλλα παρασύρειν καὶ προωθεῖν, μᾶλλον δὲ καὶ ὡς ἀναγκαῖα πάντως εἰσπράττεσθαι τὰ παράβολα, καὶ οὐκ ἐᾷ τὸν ἀκροατὴν σχολάζειν περὶ τὸν τοῦ πλήθους ἔλεγχον διὰ τὸ συνενθουσιᾶν τῷ λέγοντι.
ἀλλὰ μὴν ἔν γε ταῖς τοπηγορίαις καὶ διαγραφαῖς οὐκ ἄλλο τι οὕτως κατασημαντικὸν ὡς οἱ συνεχεῖς καὶ ἐπάλληλοι τρόποι. δι’ ὧν καὶ παρὰ Ξενοφῶντι ἡ τἀνθρωπίνου σκήνους ἀνατομὴ πομπικῶς καὶ ἔτι μᾶλλον ἀναζωγραφεῖται θείως παρὰ τῷ Πλάτωνι. τὴν μὲν κεφαλὴν αὐτοῦ φησιν ἀκρόπολιν, ἰσθμὸν δὲ μέσον διῳκοδομῆσθαι μεταξὺ τοῦ στήθους τὸν αὐχένα, σφονδύλους τε ὑπεστηρῖχθαί φησιν οἷον στρόφιγγας, καὶ τὴν μὲν ἡδονὴν ἀνθρώποις εἶναι κακοῦ
τῇ δὲ πηδήσει τῆς καρδίας, ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐπεγέρσει, ἐπειδὴ διάπυρος ἦν, ἐπικουρίαν μηχανώμενοιφησὶ
τὴν τοῦ πλεύμονος ἰδέαν ἐνεφύτευσαν, μαλακὴν καὶ ἄναιμον καὶ σήραγγας ἐντὸς ἔχουσαν οἷον μάλαγμα, ἵν’ ὁ θυμὸς ὁπότ’ ἐν αὐτῇ ζέσῃ, πηδῶσα εἰς ὑπεῖκον μὴ λυμαίνηται.καὶ τὴν μὲν τῶν ἐπιθυμιῶν οἴκησιν προσεῖπεν ὡς γυναικωνῖτιν,
μετὰ δὲ ταῦτα σαρξὶ πάνταφησί
κατεσκίασαν, προβολὴν τῶν ἔξωθεν τὴν σάρκα, οἷον τὰ πιλήματα, προθέμενοι·νομὴν δὲ σαρκῶν ἔφη τὸ αἷμα· τῆς δὲ τροφῆς ἕνεκα, φησί, διωχέτευσαν τὸ σῶμα, τέμνοντες ὥσπερ ἐν κήποις ὀχετούς, ὡς ἔκ τινος νάματος ἐπιόντος, ἀραιοῦ ὄντος αὐλῶνος τοῦ σώματος, τὰ τῶν φλεβῶν ῥέοι νάματα. ἡνίκα δὲ ἡ τελευτὴ παραστῇ, λύεσθαί φησι τὰ τῆς ψυχῆς οἱονεὶ νεὼς πείσματα, μεθεῖσθαί τε αὐτὴν ἐλευθέραν.
ταῦτα καὶ τὰ παραπλήσια μυρἴ ἄττα ἐστὶν ἑξῆς· ἀπόχρη δὲ τὰ δεδηλωμένα, ὡς μεγάλαι τε φύσιν εἰσὶν αἱ τροπικαί, καὶ
ὅτι μέντοι καὶ ἡ χρῆσις τῶν τρόπων, ὥσπερ τἆλλα πάντα καλὰ ἐν λόγοις, προαγωγὸν ἀεὶ πρὸς τὸ ἄμετρον, δῆλον ἤδη, κἂν ἐγὼ μὴ λέγω. ἐπὶ γὰρ τούτοις καὶ τὸν Πλάτωνα οὐχ ἥκιστα διασύρουσι, πολλάκις ὥσπερ ὑπὸ βακχείας τινὸς τῶν λόγων εἰς ἀκράτους καὶ ἀπηνεῖς μεταφορὰς καὶ εἰς ἀλληγορικὸν στόμφον ἐκφερόμενον.
οὐ γὰρ ῥᾴδιον ἐπινοεῖνφησὶν
ὅτι πόλιν εἶναι δεῖ δίκην κρατῆρος κεκερασμένην, οὗ μαινόμενος μὲν οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δ’ ὑπὸ νήφοντος ἑτέρου θεοῦ, καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πόμα καὶ μέτριον ἀπεργάζεται.νήφοντα γάρ, φασί, θεὸν τὸ ὕδωρ λέγειν, κόλασιν δὲ τὴν κρᾶσιν, ποιητοῦ τινος τῷ ὄντι οὐχὶ
τοῖς τοιούτοις ἐλαττώμασιν ἐπιχειρῶν ὅμως αὐτὸ καὶ ὁ Κεκίλιος ἐν τοῖς ὑπὲρ Λυσίου συγγράμμασιν ἀπεθάρρησε τῷ παντὶ Λυσίαν ἀμείνω Πλάτωνος ἀποφήνασθαι, δυσὶ πάθεσι χρησάμενος ἀκρίτοις· φιλῶν γὰρ τὸν Λυσίαν ὡς οὐδ’ αὐτὸς αὑτόν, ὅμως μᾶλλον μισεῖ τῷ παντὶ Πλάτωνα ἢ Λυσίαν φιλεῖ. πλὴν οὗτος μὲν ὑπὸ φιλονεικίας, οὐδὲ τὰ θέματα ὁμολογούμενα, καθάπερ ᾠήθη. ὡς γὰρ ἀναμάρτητον καὶ καθαρὸν τὸν ῥήτορα προφέρει πολλαχῇ διημαρτημένου τοῦ Πλάτωνος, τὸ δ᾽ ἦν ἄρα οὐχὶ τοιοῦτον, οὐδὲ ὀλίγου δεῖ.