On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

---

orgpage.197r
θρεπτικώτατον καὶ γόνιμον, τὸ δ’ Ἀνακρέοντος·
οὐκέτι Θρηικίης ἐπιστρέφομαι.
ταύτῃ καὶ τὸ τοῦ Θεοπόμπου καινὸν ἐπαινετόν· διὰ τὸ ἀνάλογον ἔμοιγε σημαντικώτατα ἔχειν δοκεῖ· ὅπερ ὁ Κεκίλιος οὐκ οἶδ᾽ ὅπως καταμέμφεται.
δεινὸς ὢν
φησὶν
ὁ Φίλιππος ἀναγκοφαγῆσαι πράγματα.
ἔστιν ἄρ’ ὁ ἰδιωτισμὸς
120
ἐνίοτε τοῦ κόσμου παρὰ πολὺ ἐμφανιστικώτερον· ἐπιγινώσκεται γὰρ αὐτόθεν ἐκ τοῦ κοινοῦ βίου, τὸ δὲ σύνηθες ἤδη πιστότερον. οὐκοῦν ἐπὶ τοῦ τὰ αἰσχρὰ καὶ ῥυπαρὰ τλημόνως καὶ μεθ’ ἡδονῆς ἕνεκα πλεονεξίας καρτεροῦντος τὸ ἀναγκοφαγεῖν τὰ πράγματα ἐναργέστατα παρείληπται.

ὧδέ πως ἔχει καὶ τὰ Ἡροδότεια·

ὁ Κλεομένης
φησὶ
μανεὶς τὰς ἑαυτοῦ σάρκας ξιφιδίῳ κατέτεμεν εἰς λεπτά, ἕως ὅλον καταχορδεύων ἑαυτὸν διέφθειρεν.
καὶ
ὁ Πύθης ἕως τοῦδε ἐπὶ τῆς νεὼς ἐμάχετο, ἕως ἅπας κατεκρεουργήθη.
ταῦτα γὰρ ἐγγὺς παραξύει τὸν ἰδιώτην, ἀλλ’ οὐκ ἰδιωτεύει τῷ σημαντικῶς.