On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

Ἔτι γε μὴν ἔσθ’ ὅτε περὶ προσώπου διηγούμενος ὁ συγγραφεὺς ἐξαίφνης παρενεχθεὶς εἰς τὸ αὐτὸ πρόσωπον ἀντιμεθίσταται, καὶ ἔστι τὸ τοιοῦτον εἶδος ἐκβολή τις πάθους.

  1. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας,
  2. νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ ἔναρα βροτόεντα.
  3. ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἐθέλοντα νοήσω,
  4. αὐτοῦ οἱ θάνατον μητίσομαι.
οὐκοῦν τὴν μὲν διήγησιν ἅτε πρέπουσαν ὁ ποιητὴς προσῆψεν ἑαυτῷ, τὴν δ’ ἀπότομον ἀπειλὴν τῷ θυμῷ τοῦ ἡγεμόνος ἐξαπίνης οὐδὲν προδηλώσας περιέθηκεν· ἐψύχετο γάρ, εἰ παρενετίθει· ἔλεγε δὲ τοῖά τινα καὶ τοῖα ὁ Ἕκτωρ· νυνὶ δ’ ἔφθακεν ἄφνω τὸν μεταβαίνοντα ἡ τοῦ λόγου μετάβασις.

διὸ καὶ ἡ πρόχρησις τοῦ σχήματος τότε, ἡνίκα ὀξὺς ὁ καιρὸς ὢν διαμέλλειν τῷ γράφοντι μὴ διδῷ, ἀλλ’ εὐθὺς

orgpage.195v
ἐπαναγκάζῃ μεταβαίνειν ἐκ προσώπων εἰς πρόσωπα, ὡς καὶ παρὰ τῷ Ἑκαταίῳ·
Κῆϋξ δὲ ταῦτα δεινὰ ποιούμενος αὐτίκα ἐκέλευε τοὺς Ἡρακλείδας ἐπιγόνους ἐκχωρεῖν· οὐ γὰρ ὑμῖν δυνατός εἰμι ἀρήγειν. ὡς μὴ ὦν αὐτοί τε ἀπόλησθε κἀμὲ τρώσητε, ἐς ἄλλον τινὰ δῆμον ἀποίχεσθαι.

ὁ μὲν γὰρ Δημοσθένης κατ̓ ἄλλον τινὰ τρόπον ἐπὶ τοῦ Ἀριστογείτονος ἐμπαθὲς τὸ πολυπρόσωπον καὶ ἀγχίστροφον παρέστακεν.

καὶ οὐδεὶς ὑμῶν χολὴν
φησὶν
οὐδ’ ὀργὴν ἔχων εὑρεθήσεται, ἐφ’ οἷς ὁ βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται; ὅς, ὦ μιαρώτατε ἁπάντων, κεκλειμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις
ἐν ἀτελεῖ τῷ νῷ
114
ταχὺ διαλλάξας καὶ μόνον οὐ μίαν λέξιν διὰ τὸν θυμὸν εἰς δύο διασπάσας πρόσωπα
ὅς, ὦ μιαρώτατε,
εἶτα πρὸς τὸν Ἀριστογείτονα τὸν λόγον ἀποστρέψας καὶ ἀπολιπεῖν δοκῶν, ὅμως διὰ τοῦ πάθους πολὺ πλέον ἐπέστρεψεν.

οὐκ ἄλλως ἢ Πηνελόπη,

  1. κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
  2. εἰπέμεναι δμωῇσιν Ὀδυσσῆος θείοιο
  3. ἔργων παύσασθαι, σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι;
  4. μὴ μνηστεύσαντες, μηδ’ ἄλλοθ’ ὁμιλήσαντες,
  5. ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν,
  6. οἳ θάμ’ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
  7. κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
  8. ὑμετέρων τῶν πρόσθεν ἀκούετε παῖδες ἐόντες,
  9. οἷος Ὀδυσσεὺς ἔσκε.