On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

Φέρε νῦν, εἴ τι καὶ ἕτερον ἔχοιμεν ὑψηλοὺς ποιεῖν τοὺς λόγους δυνάμενον, ἐπισκεψώμεθα. οὐκοῦν ἐπειδὴ πᾶσι τοῖς πράγμασι φύσει συνεδρεύει τινὰ μόρια ταῖς ὕλαις συνυπάρχοντα, ἐξ ἀνάγκης γένοιτ’ ἂν ἡμῖν ὕψους αἴτιον τὸ τῶν ἐμφερομένων ἐκλέγειν ἀεὶ τὰ καιριώτατα καὶ ταῦτα τῇ πρὸς ἄλληλα ἐπισυνθέσει καθάπερ ἕν τι σῶμα ποιεῖν δύνασθαι. ὃ μὲν γὰρ τῇ ἐκλογῇ τὸν ἀκροατὴν τῶν λημμάτων, ὃ δὲ τῇ πυκνώσει τῶν ἐκλελεγμένων προσάγεται. οἷον ἡ Σαπφὼ τὰ συμβαίνοντα ταῖς ἐρωτικαῖς μανίαις παθήματα ἐκ τῶν παρεπομένων καὶ ἐκ τῆς ἀληθείας αὐτῆς ἑκάστοτε λαμβάνει. ποῦ δὲ τὴν ἀρετὴν ἀποδείκνυται; ὅτε τὰ ἄκρα αὐτῶν καὶ ὑπερτεταμένα δεινὴ καὶ ἐκλέξαι καὶ εἰς ἄλληλα συνδῆσαι.

70

  1. φαίνεταί μοι κῆνος ἴσος θεοῖσιν
  2. ἔμμεν ὡνήρ, ὅστις ἐναντίος τοι
  3. ἱζάνει, καὶ πλησίον ἁδὺ φωνεύ-
  4. σας ὑπακούει
  5. καὶ γελαίσας ἱμερόεν, τό μοι μὰν
  6. καρδίαν ἐν στήθεσιν ἐπτόασεν.
  7. ὥς σε γὰρ ἴδω βροχέως με φωνᾶς
  8. οὐδὲν ἔτ’ εἴκει·
  9. ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε· λεπτὸν δ᾽
  10. αὐτίκα χρῶ πῦρ ὑπαδεδρόμακεν·
  11. ὀππάτεσσι δ’ οὐδὲν ὅρημ̓, ἐπιρρόμ-
  12. βεισι δ’ ἄκουαι·
  13. κὰδ δέ μ’ ἱδρὼς κακχέεται, τρόμος δὲ
  14. παῖσαν ἀγρεῖ, χλωροτέρα δὲ ποίας
  15. ἐμμί· τεθνάκην δ’ ὀλίγω
    orgpage.184v
    ʼπιδεύην
  16. φαίνομαι.
  17. ἀλλὰ πᾶν τολματόν, ἐπεὶ καὶ πένητα

οὐ θαυμάζεις, ὡς ὑπὸ τὸ αὐτὸ τὴν ψυχὴν τὸ σῶμα τὰς ἀκοὰς τὴν γλῶσσαν τὰς ὄψεις τὴν χρόαν, πάνθ’ ὡς ἀλλότρια διοιχόμενα ἐπιζητεῖ καὶ καθ’ ὑπεναντιώσεις ἅμα ψύχεται κᾴεται, ἀλογιστεῖ φρονεῖ; ἢ γὰρ φοβεῖται ἢ παρ’ ὀλίγον τέθνηκεν· ἵνα μὴ ἕν τι περὶ αὐτὴν πάθος φαίνηται, παθῶν δὲ σύνοδος. πάντα μὲν τοιαῦτα γίνεται περὶ τοὺς ἐρῶντας, ἡ λῆψις δ’ ὡς ἔφην τῶν ἄκρων καὶ ἡ εἰς ταὐτὸ συναίρεσις ἀπειργάσατο τὴν ἐξοχήν· ὅνπερ οἶμαι καὶ ἐπὶ τῶν χειμώνων τρόπον ὁ ποιητὴς ἐκλαμβάνει

72
τῶν παρακολουθούντων τὰ χαλεπώτατα.

ὁ μὲν γὰρ τὰ Ἀριμάσπεια ποιήσας ἐκεῖνα οἴεται δεινά·

  1. θαῦμ’ ἡμῖν καὶ τοῦτο μέγα φρεσὶν ἡμετέρῃσιν.
  2. ἄνδρες ὕδωρ ναίουσιν ἀπὸ χθονὸς ἐν πελάγεσσι·
  3. δύστηνοί τινές εἰσιν, ἔχουσι γὰρ ἔργα πονηρά,
  4. ὄμματ’ ἐν ἄστροισι, ψυχὴν δ’ ἐνὶ πόντῳ ἔχουσιν.
  5. ἦ που πολλὰ θεοῖσι φίλας ἀνὰ χεῖρας ἔχοντες
  6. εὔχονται σπλάγχνοισι κακῶς ἀναβαλλομένοισι.
παντὶ οἶμαι δῆλον, ὡς πλέον ἄνθος ἔχει τὰ λεγόμενα ἢ δέος.

ὁ δὲ Ὅμηρος πῶς; ἓν γὰρ ἀπὸ πολλῶν λεγέσθω·

  1. ἐν δ’ ἔπεσ᾽, ὥς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
  2. λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές, ἡ δέ τε πᾶσα
  3. ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτης
  4. ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
  5. δειδιότες· τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται.

ἐπεχείρησε καὶ ὁ Ἄρατος τὸ αὐτὸ τοῦτο μετενεγκεῖν,

  1. ὀλίγον δὲ διὰ ξύλον ἄϊδ’ ἐ
    orgpage.185r
    ρύκει·
πλὴν μικρὸν αὐτὸ καὶ γλαφυρὸν ἐποίησεν ἀντὶ φοβεροῦ· ἔτι δὲ παρώρισε τὸν κίνδυνον, εἰπών,
ξύλον ἄϊδ’ ἀπείργει.
οὐκοῦν ἀπείργει. ὁ δὲ ποιητὴς οὐκ εἰς ἅπαξ παρορίζει τὸ δεινόν, ἀλλὰ τοὺς ἀεὶ καὶ μόνον οὐχὶ κατὰ πᾶν κῦμα πολλάκις ἀπολλυμένους εἰκονογραφεῖ. καὶ μὴν τὰς προθέσεις ἀσυνθέτους οὔσας συναναγκάσας παρὰ φύσιν καὶ εἰς ἀλλήλας συμβιασάμενος
ὑπὲκ θανάτοιο
τῷ μὲν συνεμπίπτοντι πάθει τὸ ἔπος ὁμοίως ἐβασάνισεν, τῇ δὲ
74
τοῦ ἔπους συνθλίψει τὸ πάθος ἄκρως ἀπεπλάσατο καὶ μόνον οὐκ ἐνετύπωσε τῇ λέξει τοῦ κινδύνου τὸ ἰδίωμα
ὑπὲκ θανάτοιο φέρονται.

οὐκ ἄλλως ὁ Ἀρχίλοχος ἐπὶ τοῦ ναυαγίου, καὶ ἐπὶ τῇ προσαγγελίᾳ ὁ Δημοσθένης·

ἑσπέρα μὲν γὰρ ἦν,
φησίν· ἀλλὰ τὰς ἐξοχὰς ὡς ἂν εἴποι τις ἀριστίνδην ἐκκαθήραντες ἐπισυνέθηκαν, οὐδὲν φλοιῶδες ἢ ἄσεμνον ἢ σχολικὸν ἐγκατατάττοντες διὰ μέσου. λυμαίνεται γὰρ ταῦτα τὸ ὅλον ὡσανεὶ ψύγματα ἢ ἀραιώματα ἐμποιοῦντα ἐς μεγέθη συνοικονομούμενα τῇ πρὸς ἄλληλα σχέσει συντετειχισμένα.