Liber geeponicus [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864

Ἔστω φρέαρ καὶ ἐχέτω διάμετρον ποδῶν ε΄ κ. τ. λ. (V. ibid. 11).

Ἔστω κοῦπα καὶ ἐχέτω τὴν κάτω διάμετρον ποδῶν ε΄, τὴν δὲ ἄνω ποδῶν γ΄, τὸ δὲ ὕψος ποδῶν η΄· καὶ ἐχέτω τὸν οἶνον ἕως ποδῶν Ϛ΄· πόσα οὖν κεράμια χωρήσει; ποιῶ οὕτως· ἀφαιρῶ τὰ γ΄ ἀπὸ τῶν ε΄· λοιπὸν β΄· ταῦτα ἐπὶ τα Ϛ΄ γίνονται ιβ΄· τούτων τὸ η˝ γίνονται α΄ Ϲ· καὶ ἀφαιρῶ τὴν α΄ Ϲ ἀπὸ τῶν ε΄· λοιπὸν γ΄ Ϲ· ἔσται οὖν τὸ πλάτος ἕως ὅπου ὁ οἶνος ἀνέβαινε ποδῶν γ΄ Ϲ. καὶ ποιῶ τὰ γ΄ Ϲ καί τὰ ε΄· η΄ Ϲ γίνονται πόδες· ὧν Ϲ γίνεται δ΄ δ˝· καὶ ταῦτα ἐφ᾿ ἑαυτὰ γίνονται πόδες ιη΄ ιϚ˝· ταῦτα ἑνδεκάκις γίνονται ρ𝒢η΄ Ϲ η˝ ιϚ˝· τούτων μερίζω τὸ ιδ˝· γίνονται πόδες ιδ΄ ζ˝ κη˝ ριβ˝ σκδ˝· ταῦτα ποιῶ ἐπὶ τὸ ὕψος, ἐπὶ τοὺς Ϛ΄ [*](2. pest γ΄ nonnulla interciderunt 3. 15. 17. ἔστω) G 23. eaput 92 simile quidem est Ster. II, 12; sed tamen ita differt scriptura in G, ut his repsti debuerit 31. ἐφὰ cum neta comp. G ἐνδεκάκις] ι?? G)

220
πόδας· γίνονται πε΄ ζ˝ ριβ˝· τοσαῦτα κεράμια χωρήσει. πε΄ ζ˝ ριβ˝.

Ἔστω κοῦπα καὶ ἐχέτω τὴν ἄνω διάμετρον ποδῶν Ϛ΄ κ. τ. λ. (V. Ster. II, 13).

Ἔστω βούτις καὶ ἐχέτω τὴν ἄνω διάμετρον ποδῶν Ϛ΄ κ. τ. λ. (V. ibid. 14).

Ἀπὸ σκιᾶς εὑρεῖν κιόνος μεγάλου κ. τ. λ. (V. ibid. 31).

Ὁ ῥόμβος, οὗ τὰ σκέλη ἀνὰ ποδῶν ιγ΄, ἡ δὲ διαγώνιος ποδῶν ι΄· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν· ποίει οὕτως· ἤχθω κάθετος διατέμνουσα τὴν διαγώνιον· ἡ δὲ ἀχθεῖσα ἔχει πόδας κδ΄, καὶ γεγόνασι διαμετρήσεις ἰσοσκελῶν· ὧν τὰ σκέλη ἀνὰ ποδῶν ιγ΄, ἡ δὲ βάσις ποδῶν ι΄, ἡ δὲ κάθετος ἑκάστη ἀνὰ ποδῶν ιβ΄· ὡς γίνεσθαι τὸ ἐμβαδὸν ἑκάστου τριγώνου ποδῶν ξ΄, τοῦ ὅλου ῥόμβου ὄντος δηλαδὴ ποδῶν ρκ΄.

Ἔστω οἶκος ἔχων τὸ μῆκος πόδας κ΄, καὶ τὸ πλάτος πόδας ιγ΄ Ϲ, δεῖ δὲ γνῶναι πόσαι εἰς τοῦτον τὸν οἶκον κεραμίδες ἀναβαίνουσιν· ἔστω δὲ ἡ κεραμὶς ποδῶν β΄, τὸ δὲ πλάτος α΄ Ϲ· ποίει οὕτως· ἐπειδὴ κεραμὶς ἡμιπόδιον ὑποτίθεται ὑπὸ τὴν ἑτέραν κεραμίδα, ἄφελε ἀπὸ τοῦ μήκους τῆς κεραμίδος, εἰς ὃν τόπον κατέχει, --- ἔστι τὸ μῆκος ποδῶν κ΄, τὸ δὲ πλάτος ποδῶν ιγ΄ Ϲ· πολυπλασίασον τὰ κ΄ ἐπὶ ιγ΄ Ϲ· γίνονται σο΄· ταῦτα μέρισον εἰς τὰ β΄ δ˝· γίνονται ρκ΄· τοσαῦται ἀναβήσονται κεραμίδες ἐπὶ τὸν οἶκον.

Ἔστι δὲ καὶ ἑτέρα μέθοδος ἐπὶ τῶν κεραμίδων· ἐὰν ᾖ οἶκος ἔχων τὸ μῆκος ποδῶν ξ΄, τὸ δὲ πλάτος ποδῶν λ΄, ἄφελε διὰ παντὸς τὸ γ˝ μέρος τῶν ξ΄· λοιπὸν μ΄· καὶ ἔτι ὁμοίως ἀπὸ τοῦ πλάτους, ἀπὸ τῶν λ΄, τὸ τρίτον· λοιπὸν κ΄· καὶ πολυπλασίασον τὰ μ΄ ἐπὶ τὰ κ΄· γίνονται ω΄· τοσαῦται κεραμίδες ἀναβήσονται ἐπὶ τὸν οἶκον.

Εὕρηται καὶ ταῦτα τῇ μεθόδῳ· αὕτη μία τῶν πλευρῶν τῆς δυρρύτου στέγης οὖσα ἔχει κεραμίδας ξ΄, ἡ δὲ ἑτέρα καὶ ἴση [*](21. post κατέχει G habet οὐπά, sed οὐ miris ductibus scriptum; legendum videtur ἡμιπόδιον α΄, et probaile est excidisse alia quaedam verba, quibus longitudinis sesquipes multiplicaretur cum latitudinis sesquipede ad summam pedum 2 1 22. τὰ] τὸ G 27. γ˝] ?? sum suprascr. —ον G 32. κεράμες (vel κεράμους, nam ου et ε saepe distingui non possunt) G)

221
αὐτῇ οὖσα χωρήσει τὶς λοιπὰς ξ΄· τοῦτο δὲ καὶ ἐπὶ τοῦ κατωτέρω προβλήματος· ἡ μὲν μία τῶν πλευρῶν τῆς στέγης ὑπογέγραπται υ΄ αἱροῦσα κεραμίδας, ἡ δὲ ἑτέρα καὶ ἀπεναντίον νοουμένη τὰς λοιπὰς υ΄ εἰς ἀναπλύρωσιν τῶν ω΄ λήψεται.

Τρίκλινος ἤτοι ὡρεῖον, οὗ τὸ μὲν μῆκος πηχῶν κ΄ κ. τ. λ. (V. Ster. I, 47).

Τίνα μέρη τῶν ἐν τοῖς μεγέθεσι μετρήσεων καταμετροῦντα τὰ ὅλα; Τῶν δὲ ἐν τοῖς μεγέθεσι μετρήσεων μέρη κ. τ. λ. (V. Def. 130).

Τί τῶν εἰρημένων ἕκαστον δύναται; Κατὰ μὲν τὴν παλαιὰν ἔκθεσιν παραλιπόντες τὰ περισσὰ κ. τ. λ. ( V. ibid. 131).

Ἐν συντόμῳ δὲ ἔχει ἕκαστον κ. τ. λ (V. ibid. 32).

Εὐθυμετρικά, ἐμβαδομετρικὰ καὶ στερεομετρικά, Ὁ παλαιστὴς ὁ εὐθυμετρικὸς κ. τ. λ. (V. ibid. 133).

Ἥρωνος ἀρχὴ τῶν γεωμετρουμένων.

Καθὼς ἡμᾶς ὁ παλαιὸς διδάσκει λόγος, οἱ πλεῖστοι κ. τ. λ. (V. Geom. 2).

Ἥρωνος μετρικά.

Τὸ ἰούγερον ἔχει ἀκαίνας σ΄ γεϊκῶν ποδῶν βυ΄· μήκους γὰρ ἔχει ἀκαίνας κδ΄· διαιρεῖται δὲ εἰς κ΄ μέρη ἀνοὰ ιβ΄, γίνονται πόδες σμ΄· πλάτους δὲ ἔχει δώδεκα ἀκαίνας, γίνονται πόδες ρκ΄· ἐὰν δὲ τὸ μῆκος ἐπὶ τὸ πλάτος, γίνονται πόδες β ,ηω΄. ἡ ἄκαινα πόδας ἔχει ιβ΄, γίνονται παλαισταὶ μη΄. ὁ ποὺς ἔχει παλαιστάς δ΄, δακτύλους ιϚ΄. ὁ πῆχυς ὁ εὑθυμετρικὸς ἔχει πόδα ἕνα Ϲ· ὁ πῆχυς ὁ λιθικὸς ἔχει ὁμοίως πόδα α΄ Ϲ, δακτύλους κδ΄.

Ἐὰν τὸ πλάτος τοὺς κδ΄ ἐπὶ τοὺς κδ΄, γίνονται δάκτυλοι φοϚ΄· τούτους ἐπὶ τὸ πάχος γίνονται ἀγελαῖοι δάκτυλοι α ,γωκδ΄, ξέσται ὑγροὶ μη΄. ξηρὸς δὲ χωρεῖ μο. ῧ Ἰταλικοὺς λε΄· ἐπὶ λε΄ γίνονται ασκε΄· καὶ ταῦτα πολυπλασίασον ἑνδεκάκις· γίνονται α,γυοε΄.

[*](23. δώδεκα] ∠ G 25. β,ηω΄] ,βῶ G 26. μη΄] μ G 30. φοβ G)[*](31. ξηρὸς] an ξηροὺς ?)
222

Μέτρησις χωρῶν.

Ἔστω χώρα τρίγωνος κ. τ. λ. (V. Mensur. 54).

Τρίγωνον χώραν κ. τ. λ. (V. ibid. 55).

Στρογγύλην χώραν κ. τ. λ (V. ibid. 56).

Χώραν μετρήσωμεν. ἥτις ἔχει κ. τ. λ. (V. ibid. 57).

Χώραν ἑξάγωνον κ. τ. λ. (V. ibid. 58).