Geodaesia [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Geodaesia [Sp.], Heiberg, Teubner, 1914

Ἔστω δὲ καὶ διʼ ὑποδείγμετος σαφηνείας χάριν τρίγωνον σκαληνόν, οὗ αἱ πλευραὶ ζ ϛ ια. τούτων τὰ ια τάττω βάσιν διὰ τὸ ἀμβλυγώνιον εἶναι τὸ τοιοῦτον τρίγωνον· ὁ γὰρ ἀπὸ ταύτης τῆς πλευρᾶς ἤγουν τῆς ἐχούσης ια πολλαπλασιασμὸς μείζων ἐστὶ τοῦ ἀπὸ τοῦ πολλαπλασιασμοῦ τῶν λοιπῶν δύο πλευρῶν· τὰ ϛ ἐλάσσονα ὑποτείνουσαν καὶ τὰ ζ μείζονα. τούτων τῶν πλευρῶν ἑκάστην πολλαπλασιάζω ἐφʼ ἑαυτήν, καὶ γίνονται βάσεως μὲν ρκα, ἐλάττονος ὑποτεινούσης λϛ, μείζονος δὲ μθ.

θέλω δὲ εὑρεῖν τὴν μείζονα ἀποτομήν. συντίθημι τὸν τῆς βάσεως πολλαπλασιασμὸν μετὰ τοῦ πολλαπλασιασμοῦ τῆς μείζονος ὑποτεινούσης· γίνονται ὁμοῦ ρο. τούτων ἀφαιρῶ τὸν πολλαπλασιασμὸν τῆς ἐλάττονος ὑποτεινούσης ἤγουν τὰ λϛ· λοιπὰ [*](1 τῆς βάσεως τὴν μείζονα ἀποτομήν A, supra add. β—α—γ. ἐλάττονα C. 3 ἀπὸ τοῦ] om. C. 4 ἀπὸ] om. A. 6 U+2220″ C. 13 ἐλάσσονος A. ἐλάσσονος A. 14 ὑποτεινούσης] ὑποτεινούσης πολλαπλασιασμοῦ ἕξεις αὐτήν C. 15 διʼ] ἐπὶ A. 16 σκαλινὸν C. ϛ ζ A. 17 ὁ—19 πλευρῶν] om. C. 18 ἤγουν] A, om BC. πολυπλ/οσ A, πολλαπλάσιος BD. 19 τῶν λοιπῶν] τοῦ Λου BD. δύο] β A. 20 ϛ] δὲ ϛ τάττω C. καὶ τὰ] οὖσαν τὰ δὲ C. 21 γίνονται] A, γίνεται BCD. 21—22 μὲν. βάσεως C. 22 ἐλάττονος] ἐλάττονος δὲ C. 25 γίνονται] C, γίνεται ABD. 26 ἐλάσσονος BD. τὰ] om. C.)

XCII
ρλδ· τούτων τὸ U+2220″ ξζ. ταῦτα μερίζω παρὰ τὸν ἀριθμὸν τῆς βάσεως ἤγουν τὰ ια, καὶ γίνονται ϛ ια καὶ ἔστιν ἡ μείζων ἀποτομὴ ϛ ια΄. λοιπὴ ἄρα ἡ ἐλάττων ἀποτομὴ ἔσται δ καὶ ι ια΄.