Fragmenta Heroniana

Hero of Alexandria

Hero of Alexandria, Fragmenta Heroniana, Hultsch, Teubner, 1864

. Ἡ πρώτη γεωμετρία, καθὼϲ ἡμᾶϲ ὁ παλαιὸϲ διδάϲκει λόγοϲ, τὰ περὶ τὴν γαιῶν μέτρηϲιν καὶ διανομὴν κατηϲχολεῖτο, ὅθεν καὶ γεωμετρία ἐκλήθη. ἡ [*](21. Ἥρωνοϲ εἰϲαγωγαί om. N, Τοῦ αὐτοῦ Ἥ. εἰϲ. M 22. Ἡ om. Le καθὼϲ] καθ᾿ Pb 23. γαιῶν μέτρηϲιν N, γεωμετρίαν rel. (τοῖϲ περὶ τὴν γῆν μέτροιϲ Ib) δια- νομὴν N, διανομὰϲ rel. (διανομαῖϲ Ib) 24. κατηϲχολεῖτο] διηϲχολεῖτο N (ἀπηϲχολοῦντο Ib))

181
γὰρ τῆϲ μετρήϲεωϲ ἐπίνοια παῤ Αἰγυπτίοιϲ εὑρέθη διὰ τὴν τοῦ Νείλου ἀνάβαϲιν· πολλὰ γὰρ χωρία φανερὰ ὄντα πρὸ τῆϲ ἀναβάϲεωϲ τῇ ἀναβάϲει ἀφανῆ ἐποίει, πολλὰ δὲ μετὰ τὴν ἀπόβαϲιν φανερὰ ἐγίνετο, καὶ οὐκέτι ἦν δυνατὸν ἕκαϲτον διακρῖναι τὰ ἴδια· ἐξ οὗ ἐπενόηϲαν οἱ Αἰγύπτιοι τήνδε τὴν μέτρηϲιν τῆϲ ἀπολειπομένηϲ ὑπὸ τοῦ Νείλου γῆϲ· χρῶνται δὲ τῇ μετρήϲει πρὸϲ ἑκάϲτην πλευρὰν τοῦ χωρίου ὅτε μὲν τῷ καλουμένῳ ϲχοινίῳ, ὅτε δὲ καλάμῳ, ὅτε δὲ πήχει, ὅτε δὲ καὶ ἑτέροιϲ μέτροιϲ· χρειώδουϲ δὲ τοῦ πράγματοϲ τοῖϲ ἀνθρώποιϲ ὑπάρχοντοϲ ἐπὶ πλέον προήχθη τὸ γεγονὸϲ ὥϲτε καὶ ἐπὶ τὰ ϲτερεὰ ϲώματα χωρῆϲαι τὴν διοίκηϲιν τῶν μετρήϲεων καὶ τῶν διανομῶν.

. Εἰϲ οὖν τὸν περὶ τῆϲ μετρήϲεωϲ λόγον ἀναγκαῖόν ἐϲτιν εἰδέναι τὴν τῶν μέτρων ἰδέαν, πρὸϲ ὃ βούλεταί τιϲ ἀναμετρεῖν, καὶ ἑκάϲτου ϲχήματοϲ τὸ εἶδοϲ, καὶ πῶϲ δεῖ ἀναμετρεῖν. ὑποδείξομεν δὲ πρῶτον τὴν τῶν μέτρων ἰδέαν.

Περὶ εὐθυμετρικῶν.

. Εὐθυμετρικὸν μὲν οὖν ἐϲτι πᾶν τὸ κατὰ μῆκοϲ μόνον μετρούμενον ὥϲπερ ἐν ταῖϲ ϲκουτλώϲεϲιν οἱ [*](2. φανερὰ ὄντα χωρία C 4. ποιεῖ C καὶ ante μετὰ add. C ἀνάβαϲιν Le ἐγένετο PbNV, ἐγένοντο M 5. οὐκέτι] οὐκ N διακρίναι PaMoLe, διακρίνειν C Ib ἐξ οὗ] διὰ τοῦτο CIb 7. ἀπολειμένηϲ Pb, ἀπολημένηϲ N ὑπὸ] ἀπὸ PaMoLe, διὰ C χρῶνται] χρᾶται N, χρᾶτε Pb 9. ϲχοίνῳ Mo, ϲωκαρίῳ Le καὶ ante καλάμῳ add. PbNM καὶ ante πήχει vitiose add. Le 10. δὲ τοῦ πράγματοϲ] δεὶ πραγματείαϲ Pb, δὲ πραγματείαϲ NMV 11. ὑπάρχον- τοϲ PabM, ὑπαρχούϲηϲ NV 13. τῶν (ante μετρ.)] τὴν Le 19. πρῶτον om. PaMoLe 22. ϲκουλώϲεϲιν N)

182
ϲτροφίολοι καὶ ἐν τοῖϲ ξυλικοῖϲ τὰ κυμάτια καὶ ὅϲα πρὸϲ μῆκοϲ μόνον μετρεῖται.

. Ἔϲτι τῶν μέτρων εἴδη τάδε· δάκτυλοϲ, παλαιϲτήϲ, διχάϲ, ϲπιθαμή, πούϲ, πυγών, πῆχυϲ, βῆμα, ξύλον, θργυιά, κάλαμοϲ, ἄκενα, ἄμμα, πλέθρον, ἰούγερον, ϲτάδιον, δίαυλον, μίλιον, ϲχοῖνοϲ, παραϲάγγηϲ.