Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Πυραμίδα ἡμιτελῆ μετρῆσαι τὴν λεγομένην κόλουρον τὴν βάσιν ἔχουσαν τετράγωνον, ἧς αἱ περὶ τὴν [*](s4 τῷ ὕψει τοῦ πρίσματος] deleo; ἀλλήλαις Euclides IV p. 172, 15. 5 παραλληλεπίπεδον] παράλληλον ἐπίπεδον S.)

142
[*](S) βάσιν πλευραί εἰσιν ἐκ ποδῶν ιϛ καὶ αἱ περὶ τὴν κορυφὴν ἐκ ποδῶν καὶ τὰ κλίματα ἐκ ποδῶν μ· εὑρεῖν, πόσων ἐστὶ ποδῶν. ποίει οὕτως· τὰ ιϛ ἐφʼ ἑαυτά· γίνονται σνϛ· καὶ ὁμοίως τὰ ἕτερα ιϛ ἐφʼ ἑαυτά· γίνονται σνϛ. σύνθες ὁμοῦ· γίνονται φιβ. τούτων ἀεὶ λάμβανε πλευρὰν τετραγωνικήν· γίνονται κβ β. τοσούτου μετὰ διαφόρου ἡ διαγώνιος τοῦ ἐν τῇ βάσει τετραγώνου.

εἶτα ὁμοίως τὰ περὶ τὴν κορυφὴν τὰ ϛ ἐφʼ ἑαυτά· γίνονται λϛ. καὶ ὁμοίως τὰ παρακείμενα τὰ ϛ ἐφʼ ἑαυτά· γίνονται λϛ. σύνθες ὁμοῦ· γίνονται οβ. τούτων πλευρὰ τετραγωνικὴ γίνεται η U+2220΄ μετὰ διαφόρου. τοσούτου ἡ διαγώνιος τοῦ περὶ τὴν κορυφὴν τετραγώνου.