Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἔστω πλοῖον, καὶ ἐχέτω μῆκος ἀπὸ κορύμβου εἰς κόρυμβον τὸ μὲν μῆκος ποδῶν ν, τὸ δὲ πλάτος ποδῶν ιβ καὶ τὸ βάθος ποδῶν ζ. ποίει οὕτως· τὰ ν ἐπὶ τὰ ιβ· γίνονται χ. ταῦτα ποιῶ ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς ζ γίνονται ,δσ. ταῦτα ποιῶ διʼ ὅλου ἑξάκι· γίνονται β ,εσ. τοσούτους μοδίους χωρήσει τὸ πλοῖον.

Πλοῖον μετρήσωμεν, οὗ τὸ μῆκος πηχῶν μη, ἡ δὲ ἔμβασις πηχῶν δ καὶ ἡ διάβασις πρῴρας πηχῶν ϛ, ἡ δὲ ἄνω βάσις πρύμνης καὶ πτέρνης πηχῶν η καὶ ἡ βάσις μέση πηχῶν θ· εὑρεῖν, πόσους μοδίους χωρεῖ. ποίει οὕτως· σύνθες πρώραν καὶ πρύμναν· γίνονται ιδ. τούτων τὸ U+2220΄· γίνονται ζ. τούτοις πρόσθες τὴν διάβασιν τῆς μέσης· ὁμοῦ γίνονται πήχεις ιϛ. τούτων τὸ U+2220ʹ· γίνονται η· τούτους ποιῶ ἐπὶ τὴν βάσιν, ἐπὶ τοὺς δ πήχεις· γίνονται πήχεις λβ. ἐπὶ τὸ μῆκος, ἐπὶ τοὺς μη πήχεις· γίνονται πήχεις ,αφλϛ. ὁ δὲ πῆχυς χωρεῖ [*](6 μῆκος] deleo. 12 πηχῶν] S, et sic deinceps. 13 πρώρ |ῥας S. 15 μοδίους] μ Δ S. 16 πρώρῥαν S. πρύμν S. 18 πήχεις] π κ S, et sic deinceps. 19 τοὺς] τὰς corr ex τὰ S. 20 πήχεις (pr.)] sic S. 21 πήχεις (pr.)] sic S. πήχεις (alt.)] S. πῆχυς] sic S.)

132
[*](S) Ἰταλικοὺς μοδίους ιβ U+2220΄· γίνονται μόδιοι Μ ,θσ. τοσούτους μοδίους χωρήσει τὸ πλοῖον.

[*](SV)

Μέτρησις ὄντος σίτου ἐξ ἀποθέσεως.

ὁ στερεὸς ποὺς ἔχει σίτου μοδίους γ, ἕκαστος μόδιος ἀπὸ ξεστῶν ιϛ· γίνονται ξέσται μη. ἕκαστος ξέστης ἀπὸ Γο κ.

ἐὰν δὲ ᾖ μόδιος ξεστῶν ιη, ὁ στερεὸς ποὺς ἔχει σίτου μοδίους β U+2220ʹ ϛ΄.

ἐὰν δὲ μόδιος ξεστῶν κ, ὁ στερεὸς ποὺς ἔχει μοδίους β γʹ ιε΄.

ἐὰν δὲ μόδιος ξεστῶν κβ, ὁ στερεὸς ποὺς ἔχει μοδίους β ϛ΄ ξϛ΄.

ἐὰν δὲ ὁ μόδιος ξεστῶν κδ, ὁ στερεὸς ποὺς ἔχει μοδίους β.

ἐὰν δὲ ᾖ ὁ μόδιος ξεστῶν κε, ὁ στερεὸς ποὺς ἔχει μόδιον ᾱ U+2220΄ γʹ ιε΄ ν΄.

ἐὰν δὲ ᾖ ὁ μόδιος ξεστῶν κη, ὁ στερεὸς ποὺς ἔχει μόδιον ᾱ U+2220΄ ζ΄ ιδ΄.

ἐὰν δὲ ὁ μόδιος ξεστῶν λ, ὁ στερεὸς ποὺς ἔχει μόδιον ᾱ U+2220΄ ι΄. ἕκαστος ξέστης ἀπὸ Γο κ.

εἰ δὲ ὁ μόδιος ξεστῶν λβ, ὁ στερεὸς ποὺς ἔχει μόδιον ᾱ U+2220΄.