Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Κόγχην μετρῆσαι, ἧς ἡ διάμετρος ποδῶν ιδ καὶ ἡ κάθετος ποδῶν ζ, τὸ δὲ πλάτος ποδῶν β· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· σύνθες διάμετρον καὶ τὰ β πάχη· ιη. ταῦτα κύβισον· γίνονται ,εωλβ. τούτων ἆρον τὴν διάμετρον κυβίσας· γίνονται ,βψμδ· λοιπὸν γίνονται ,γπη. ταῦτα ἐπὶ ια· γίνονται γ ,γϠξη. τούτων τὸ πδʹ· γίνονται υδ γ΄ κα΄. τοσούτων ποδῶν τὸ στερεόν.

Ἄλλως. τῇ διαμέτρῳ πρόσθες τὸ ἓν πάχος· γίνονται ιϛ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται σνϛ. ταῦτα ἐπὶ ια γίνονται ,βωιϛ. τούτων τὸ ιδ΄ γίνονται σα ζ΄. ταῦτα δίς· γίνονται υβ καὶ β ἕβδομα.

[*](1 lac. indicaui. 4 ἑνδεκάκις] ια S. 5 βωοα] ,βχοα S. κατὰ] deleo. 10 κϛ] κη S. 11 τρίς] γ S. ἑνδεκάκις] ια S. 15 τὸ· δὲ πλάτος] πλα S. 17 ,εωλβ] ,εχλβ S. 19 ια] ια S. 23 ,βωιϛ] ,βχιϛ S. σα ζ΄] σλζ S. 25 ⟩ — octies S.)