Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἔστω καμάρα, ἧς ἡ διάμετρος ποδῶν κδ, τοῦ δὲ κενώματος οἱ πρῶτοι πρωτοσφῆνες ἐκ ποδῶν β, τὸ δὲ βάθος ποδῶν ιη. ποίει οὕτως· σύνθες πάντοτε τοὺς πρώτους πρωτοσφῆνας· γίνονται δ. τούτοις πρόσθες τὴν διάμετρον τοῦ κενώματος τοὺς κδ· γίνονται κη. τούτους ἐφʼ ἑαυτούς· γίνονται ψπδ. ταῦτα ἐνδεκάκις· γίνονται ,ηχκδ. τούτων πάντοτε λάμβανε τὸ κηʹ· γίνονται τη. ταῦτα ἀπόγραψαι. εἶτα τὴν διάμετρον τοῦ κενώματος ἐφʼ ἑαυτὴν τὰ κδ· γίνονται φοϛ. ταῦτα ἑνδεκάκις· γίνονται ,ϛτλϛ. ταῦτα μέριζε παρὰ τὸν κη· γίνονται σκϛ δʹ κη΄. ταῦτα ὕφελε ἀπὸ τῶν τη· λοιπὸν πα ε. ταῦτα ποίησον ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς ιη· γίνονται ,αυο U+2220ʹ γ΄ μβ΄.