Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Εἰς σφαῖραν θέλω ἐμβαλεῖν κύβον τετράγωνον· εἰπέ μοι, πόση ἑκάστη πλευρὰ τοῦ κύβου. ποιῶ οὕτως· ἐὰν ἡ διάμετρος τῆς σφαίρας ποδῶν ιξ, ποιῶ τὸ U+2220´· τῆς διαμέτρου· γίνονται πόδες η U+2220´. ταῦτα ἐφ᾿ ἑαυτά· γίνονται πόδες οβ δ´. ταῦτα δίς· γίνονται πόδες ρμδ U+2220´· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ιβ. τοσούτων ποδῶν ἐστιν ἑκάστη πλευρὰ τοῦ κύβου, ποδῶν ιβ.

τὴν δὲ διαγώνιον εὑρεῖν τοῦ αὐτοῦ κύβου, ἥτις ἐστὶ διάμετρος τῆς σφαίρας. ποιῶ οὕτως· τὴν μίαν πλευρὰν τοῦ κύβου, ἥτις ἐστὶ ποδῶν ιβ, ποίει ἐφ᾿ ἑαυτήν· γίνονται πόδες ρμδ. ταῦτα δίς· γίνονται σπη· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ιξ. τοσούτου ἐστὶν ἡ διαγώνιος τοῦ κύβου, ἥτις ἐστὶ διάμετρος τῆς σφαίρας.