Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

96
[*](CMS)

Λίθου μῆκος ποδῶν ζ ζ΄, πλάτος ποδῶν δ εʹ, πάχος ποδῶν β θ΄. ποίει οὕτως· τὰ ζ ζʹ εἰς ζ· γίνονται ν· καὶ τὰ δ εʹ εἰς ε γίνονται κα· καὶ τὰ β θ΄ εἰς θ γίνονται ιθ· καὶ τὰ μέρη διʼ ἀλλήλων· γίνονται τιε. πολυπλασίαζε νῦν τὰ ν ἐπὶ τὰ κα· γίνονται αν· καὶ ἐπὶ τὰ ιθ· γίνονται α ,θ Ϡν. μέριζε παρὰ τὰ τιε· γίνονται ξγ γʹ. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ λίθου.