Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

[*](S)

Ἔλλειψιν μετρήσομεν, ἧς ὁ μὲν μείζων ἄξων ποδῶν ιϛ, ὁ δὲ μικρότερος ποδῶν ιβ. ἐπειδὴ οὖν ἐν τοῖς Κωνοειδέσιν ὁ Ἀρχιμήδης δείκνυσιν, ὅτι τὸ ὑπὸ τῶν ἀξόνων δύναται τὸ ἀπὸ κύκλου διαμέτρου ἴσου τῇ ἐλλείψει, ποίει οὕτως· πολυπλασίαζε τὰ ιβ ἐπὶ τὰ ιϛ· γίνονται πόδες ρ𝒢β. ταῦτα ποιῶ ἑνδεκάκις· γίνονται πόδες ,βριβ· ὧν ιδ´ γίνονται πόδες ρν U+2220´ δ´ ιδ´ κη´. καὶ ἕξεις τοσούτων ἀποφαίνεσθαι τὸ τῆς ἐλλείφεως ἐμβαδόν.