Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Χρὴ εἰδέναι, ὅτι ἐν τῇ μετρήσει αὐτῶν τῶν εἰλημάτων ἡμισφαιρίου ἤτοι ἐξεχιγώνου ὅτι λαμβάνει τις τὸ μῆκος καὶ τὸ πλάτος τοῦ σχήματος καὶ συντίθησι καὶ ποιεῖ τὸ U+2220´, τουτέστι ῑ καὶ η· ὧν τὸ U+2220´· γίνονται θ. καὶ πάλιν τὴν διαγώνιον λαβών, τουτέστι πόδας ιγ, σύνθες μετὰ τῶν θ· γίνονται πόδες κβ· ὧν τὸ U+2220´· γίνονται ια. ἔστω ἡ διάμετρος κοινῷ λόγῳ ποδῶν ια.

Ττρακάμαρον μετρῆσαι. ποίει οὕτως· ἔστω τὸ μῆκος ποδῶν ῑ καὶ τὸ πλάτος ποδῶν ῑ, τὸ δὲ ὕψος ποδῶν ε. ποίει τὸ μῆκος ἐπὶ τὸ πλάτος· γίνονται πόδες ρ. ταῦτα ἐπὶ τοὺς ε τοῦ ὕψους· γίνονται πόδες φ· ἐξ ὧν ὑφαιρῶ τὸν ἔσωθεν ἀέρα, μῆκος ποδῶν η, πλάτγος ποδῶν η· γίνονται πόδες ξδ. ταῦτα ἐπὶ τὴν κάθετον, [*](2 ἐνδεκάκις] ια S. 10 διαμέτρου] ἡ διάμετρος S. 12 ξ´] η´ S. προγέγραπται] προγέγραπται S. 15 τε] om, S.)

80
[*](S) ετον, ἐπὶ τοὺς δ πόδας· γίνονται πόδες σνϛ ταῦτα ποιῶ ἐπὶ τὰ ιθ· γίνονται πόδες ,δωξδ. ἄρτι μερίζω· ὧν τὸ κα´· γίνονται πόδες σλα U+2220´· ιδ´ κα´. ἆρον ἀπὸ τῶν φ ποδῶν τῆς μάσσης· λοιπὸν γίνονται πόδες σξη ϛ´ ξ´ ιδ´.

[*](SV)

Τετράσειρον μετρήσομεν, οὗ τὸ μῆκος ποδῶν ϛ καὶ τὸ πλάτος ποδῶν ϛ καὶ ἡ κάθετος ποδῶν γ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποιῶ οὕτως· τὴν διάμετρον ἐπὶ τὸ μῆκος· γίνονται λϛ· ταῦτα ἑνδεκάκις· γίνονται τ𝒢ϛ· ὧν ιδ´ γίνονται κῆ δ´. ταῦτα ἐπὶ τὰ γ τῆς καθέτου· γίνοντάι πόδες πδ U+2220´ δ´ καὶ τὰ ιη δ´· ὁμοῦ γίνονται πόδες ργ. τοσούτων ποδῶν τὸ στερεὸν τοῦ κενώματος.