Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Τεταρτημορίου κόγχης λαβεῖν τὸ στερεὸν τοῦ σκηνώματος. ποίει οὕτως· τὴν διάμετρον κύβισον αὐτὴν ἐφ᾿ ἑαυτήν· ταῦτα ἑνδεκάκις· ὧν πδ´ γίνονται πόδες.

Ἐὰν δὲ ἡμισφαιρίου, τῇ αὐτῇ μεθόδῳ παρὰ τὸ μβ· γίνονται πόδες. ἐὰν δὲ σφαίρας, ὧν κα´ γίνονται πόδες.

τὂ ἐξεχίγωνον ἐὰν ἔχῃ διαμέτρου πόδας ῑ, μήκους πόδας ῑ, καθέτου πόδας ε, πόσου τὸ στερεὸν τῆς ὑφαιρέσεως; ποιῶ οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος· γίνονται ρ. ταῦτα ἐπὶ τὴν κάθετον· γίνονται φ. ταῦτα ἐννεακαιδεκάκις· γίνονται ,θφ· ὧν τὸ κα γίνονται πόδες υωβ γ΄ κα´. τοσούτου ἔσται τὸ στερεὸν τῆς ὑφαιρέσεως.