Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Εἰ θέλεις εὑρεῖν καὶ διὰ τῆς περιμέτρου τὴν ἐπιφάνειαν τῆς κόγχης, ποιήσεις οὕτως· ἔστω ἡ διάμετρος ποδῶν ζ, ἡ δὲ περίμετρος ποδῶν ῑᾱ. τὴν διάμετρον τῶν ζ ἐπὶ τὴν περίμετρον τῶν ῑᾱ· γίνονται οζ. τούτων τὸ U+2220΄· γίνονται πόδες λη U+2220΄. τοσούτων ἔστω ποδῶν ἡ ἐπιφάνεια τῆς κόγχης.

[*](SV)

Πυραμίδα μετρήσομεν, ἧς τὸ μῆκος ποδῶν κ καὶ τὸ πλάτος ποδῶν κ καὶ τὸ ὕψος ποδῶν ῑϛ· εὑρεῖν αὐτῆς τὰς ὑποτεινούσας πλευρὰς ἑκάστου τοίχου ἔχοντος πάχος ποδῶν β. ποιῶ οὕτως· ἐπειδὴ ἡ πλευρὰ ἔχει ἔξωθεν πόδας κ, τὸ δὲ ἀπὸ τοῦ ἔξωθεν ἐμφώτου ἕως τοῦ μεσοκέντρου, ὡς προεῖπον, τὸ ὕψος ποδῶν ῑϛ, ποίησον οὕτως· τὰ ῑϛ τοῦ ὕψους ἐφʼ ἑαυτά· γίνονται σνϛ· καὶ τὰ ῑ, τουτέστι τὸ U+2220΄ τῆς πλευρᾶς, ἐφʼ ἑαυτά· γίνονται ρ· ὁμοῦ γίνονται πόδες τνϛ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ῑη U+2220΄ δ΄ η΄. τοσούτων ποδῶν [*](3 ἑνδεκάκις] ια S. 8 Χώρησιν] corr. ex χρῆσιν S. 10 ἑνδεκάκις] ια S. 11 ῑδ] ιδ S. 12 χώρησις] corr. ex χρῆσις S. 18 des. S fol. 14 r. 19 S fol. 15 r, V fol. 9 r.)

64
[*](SV) ἔσται ἡ ὑποτείνουσα πλευρὰ τοῦ ἑνὸς σκέλους ἕως τοῦ μεσοκέντρου.