Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

[*](CMV)

Τρίκλινος ἤτοι ὡρεῖον, οὗ τὸ μὲν μῆκος πηχῶν κ, τὸ δὲ πλάτος πηχῶν ῑε, τὸ δὲ ὕψος πηχῶν ϛ· εὑρεῖν, πόσους μοδίους χωρεῖ. ποίει οὕτως· τὰ τοῦ μήκους ἐπὶ τὰ ῑε τοῦ πλάτους· γίνονται τ· καὶ ταῦτα ἐπὶ τὰ ϛ τοῦ ὕψους· γίνονται ᾱω. ταῦτα ἀεὶ πολυπλασίαζε ἐπὶ τὰ ῑᾱ κβ΄· γίνονται μόδιοι α θωπα U+2220΄ δ΄ κβ΄ μδ΄. τοσούτους μοδίους λαμβάνει ὁ τρίκλινος.

[*](CM)

Κολυμβήθρας καὶ φρέατος καὶ γουβικῶν ἀνοιγμάτων καὶ τοίχων καὶ λίθον καὶ πηλῶν καὶ δοκῶν καὶ οἱωνδηποτοῦν σχημάτων ἐὰν μάθῃς τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος ἢ τὸ ὕψος, θέλῃς δὲ γνῶναι, πόσα κεράμια χωρεῖ, ἢ πόσοι πόδες στερεοὶ γίνονται, ποίει οὕτως· πολυπλασίαζε τὸ μῆκος ἐπὶ τὸ πλάτος καὶ τὰ γινόμενα ἐπὶ τὸ βάθος ἢ τὸ ὕψος· καὶ τοσαῦτα κεράμια ἔσονται ἢ πόδες στερεοί.