Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

γίνεται οὖν τοῦ κενώματος ὁμοίως μετρουμένου κατὰ τὰ προλεχθέντα τῶν ῑ τῆς διαμέτρου τὸ U+2220΄ ε. ταῦτα ἐφʼ ἑαυτά· γίνονται κε. καὶ τὰ γ ἐφʼ ἑαυτά· γίνονται θ ὁμοῦ γίνονται λδ· οἷς προσάγαγε τὸ ἴδιον ἥμισυ· γίνονται να. καὶ τὰ β ἐφʼ ἑαυτά· γίνονται δ. προσάγαγε τοῖς να· γίνονται νε. ταῦτα ἑνδεκάκις· γίνονται χε· ὧν τὸ κα΄· γίνονται κη καὶ ιζ κα΄ κα΄. τοσούτου τὸ στερεὸν τοῦ κενώματος. ταῦτα ἄφελε ἀπὸ τῶν ξη γ΄· λοιπὰ λθ γ΄ ζ΄ κα΄. τοσούτου καταλείπεται τὸ στερεὸν τῆς οἰκοδομῆς, τῆς κόγχης δηλονότι.